Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

οὐδεὶς πώποτʼ ἴσως ὑμῶν ἐζήτησεν, ὦ ἄνδρες Ἀθηναῖοι, τί δήποθʼ οἱ κακῶς πράττοντες ἄμεινον περὶ τῶν πραγμάτων τῶν εὖ πραττόντων βουλεύονται. ἔστι δʼ οὐχ ἑτέρωθέν ποθεν τοῦτο γιγνόμενον, ἀλλʼ ὅτι συμβαίνει τοῖς μὲν μήτε φοβεῖσθαι μηδὲν μήθʼ ἅν τις λέγοι δεινὰ προσήκονθʼ αὑτοῖς ἡγεῖσθαι, τοὺς δὲ πλησίον ὄντας τῶν ἁμαρτημάτων, ὅταν εἰς τὸ κακῶς πράττειν ἀφίκωνται, σώφρονας πρὸς τὰ λοιπὰ καὶ μετρίους ὑπάρχειν.

σπουδαίων τοίνυν ἐστὶν ἀνθρώπων, ὅταν βελτίστῃ τῇ παρούσῃ τύχῃ χρῶνται, τότε πλείω τὴν σπουδὴν πρὸς τὸ σωφρονεῖν ἔχειν· οὐδὲν γὰρ οὔτε φυλαττομένοις οὕτω δεινὸν ὥστʼ ἀφύλακτον εἶναι, οὔτʼ ὀλιγωροῦσιν ἀπροσδόκητον παθεῖν. λέγω δὲ ταῦτʼ οὐχ ἵνα τὴν ἄλλως ὑμᾶς δεδίττωμαι, ἀλλʼ ἵνα μὴ διὰ τὴν παροῦσαν εὐπραξίαν, ἃ γένοιτʼ ἄν, εἰ μὴ προνοήσεσθε τῶν πραγμάτων, δείνʼ ἀκούοντες καταφρονῆτε, ἀλλʼ ἄνευ τοῦ παθεῖν, ὥσπερ ἐστὶν προσῆκον φάσκοντάς γε μηδένων ἀπολείπεσθαι τῷ σωφρονεῖν, φυλάξησθε.