Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἄλογον, τοὺς ἀεὶ καὶ συνεχῶς ὑπὲρ τῶν ὀλιγαρχιῶν πολιτευομένους καὶ νῦν ταῦτα ποιοῦντας ἐξελέγχεσθαι. ἀλλʼ ἐκεῖνο μᾶλλον ἄν τις εἰκότως θαυμάσαι, τὸ τοὺς εἰδότας ὑμᾶς ταῦτα πολλάκις ἥδιον τούτων ἀκούειν ἢ τῶν ὑπὲρ ὑμῶν λεγόντων. ἴσως μὲν οὖν ὥσπερ οὐδʼ ἰδίᾳ ῥᾴδιόν ἐστιν ἅπαντʼ ὀρθῶς πράττειν, οὕτως οὐδὲ κοινῇ·

ἀλλʼ οὐ δὴ τὰ μέγιστά γε χρὴ παρορᾶν. τὰ μὲν οὖν ἄλλα πάντʼ ἐστὶν ἐλάττω· ὅταν δʼ ὑπὲρ πολιτείας καὶ σφαγῶν καὶ δήμου καταλύσεως εὐχερῶς ἀκούητε, πῶς οὐκ ἔξω χρὴ τοῦ φρονεῖν ὑμᾶς αὐτοὺς ἡγεῖσθαι; οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι τοῖς ἑτέρων παραδείγμασι χρώμενοι μᾶλλον εὐλαβεῖς αὐτοὶ γίγνονται· ὑμεῖς δʼ οὐδὲ τὰ τοῖς ἄλλοις συμβαίνοντʼ ἀκούοντες φοβηθῆναι δύνασθε, ἀλλʼ ἃ τοὺς ἰδίᾳ περιμένοντας ἀβελτέρους νομίζετε, ταῦτʼ αὐτοὶ δημοσίᾳ μοι δοκεῖτʼ ἀναμένειν παθόντες αἰσθέσθαι.