Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

οὐχὶ τὸν αὐτὸν εἶναι καιρὸν ὑπείληφʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τε χαρίζεσθαι καὶ τοῦ τὰ δοκοῦντά μοι βέλτιστα παραινεῖν. πολλάκις γὰρ ὁρῶ τὸ χαρίζεσθαί τι παρὰ γνώμην πλείονʼ ἀπέχθειαν ἐνεγκὸν τοῦ τὸ πρῶτον ἐναντιωθῆναι. εἰ μὲν οὖν ἅπαντες ἐγιγνώσκετε ταὐτά, οὔτʼ ἄν, εἴ μοι τὰ δέοντʼ ἐδοκεῖτε προαιρεῖσθαι, παρῆλθον, περίεργον ἡγούμενος τοῖς ἀφʼ αὑτῶν ἃ χρὴ ποιοῦσι λέγειν, οὔτʼ ἂν εἰ τοὐναντίον· μᾶλλον γὰρ ἂν ἡγησάμην ἕνʼ ὄντʼ ἐμαυτὸν ἀγνοεῖν τὰ κράτιστʼ ἢ πάντας ὑμᾶς.

ἐπειδὴ δʼ ὁρῶ τινὰς ὑμῶν ταὐτὰ μὲν γιγνώσκοντας ἐμοί, τἀναντία δʼ ἄλλοις, πειράσομαι μετὰ τούτων τοὺς ἑτέρους πεῖσαι. εἰ μὲν οὖν οἰήσεσθε δεῖν μὴ ʼθέλειν ἀκούειν, οὐκ ὀρθῶς ποιήσετε· ἂν δʼ ἀκούσητε σιωπῇ καὶ τοῦθʼ ὑπομείνητε, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν ὑπάρξει· ἢ γὰρ πεισθήσεσθε, ἄν τι δοκῶμεν λέγειν συμφέρον, ἢ βεβαιότερον περὶ ὧν ἐγνώκατʼ ἔσεσθε πεπεισμένοι. ἂν γάρ, οἷς τι διαμαρτάνειν οἰόμεθʼ ἡμεῖς ὑμᾶς, ταῦτα μηδενὸς ἄξια φανῇ, μετʼ ἐλέγχου τὰ δεδογμένα νῦν ὑμεῖς ἔσεσθʼ ᾑρημένοι.