Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἡ μὲν οὖν ἀρχὴ τοῦ ταῦθʼ οὕτως ἔχειν ἐκεῖθεν ἤρτηται, ἐκ τοῦ τῆς παραχρῆμα πρὸς ὑμᾶς ἕνεκα χάριτος ἐνίους τῶν λεγόντων ἐνταυθοῖ δημηγορεῖν, ὡς οὔτʼ εἰσφέρειν οὔτε στρατεύεσθαι δεῖ, πάντα δʼ αὐτόματʼ ἔσται. ἔδει μὲν οὖν ταῦθʼ ὑπʼ ἄλλου τινὸς ἐξελέγχεσθαι μετὰ τοῦ λυσιτελοῦντος ἐλέγχου τῇ πόλει· δοκεῖ δέ μοι τρόπον τινὰ καὶ νῦν ἀμείνων ἡ τύχη περὶ ὑμᾶς τῶν ἐφεστηκότων εἶναι.

τὸ μὲν γὰρ ἕκαστʼ ἀπόλλυσθαι τῆς τῶν ἐπιμελουμένων κακίας σημεῖον προσήκει ποιεῖσθαι· τὸ δὲ μὴ πάλαι πάντʼ ἀπολωλέναι τῆς ὑμετέρας τύχης εὐεργέτημʼ ἔγωγε κρίνω. ἐν ᾧ τοίνυν ἡ τύχη διαλείπει καὶ τοὺς ἐχθροὺς ἀνέχει, τῶν λοιπῶν ἐπιμελήθητε. εἰ δὲ μή, σκοπεῖθʼ ὅπως μὴ ἅμα τούς τʼ ἐφεστῶτας ἑκάστοις ὑμεῖς κρινεῖτε, καὶ τὰ πράγμαθʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, κλινεῖ. οὐ γὰρ ἔσθʼ ὅπως ταῦτʼ ἄνευ μεγάλου τινὸς κακοῦ στήσεται, μηδενὸς ἀντιλαμβανομένου.