Against Evergus and Mnesibulus

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

τούτου τοίνυν τοῦ ψηφίσματος γεγενημένου, ἡ μὲν ἀρχὴ ἐπεκλήρωσεν καὶ παρέδωκε τοὺς ὀφείλοντας τὰ σκεύη τῇ πόλει, οἱ δὲ τῶν νεωρίων ἐπιμεληταὶ τοῖς τριηράρχοις τοῖς ἐκπλέουσιν τότε καὶ τοῖς ἐπιμεληταῖς τοῖς ἐν ταῖς συμμορίαις. ὁ δὲ νόμος ὁ τοῦ Περιάνδρου ἠνάγκαζεν καὶ προσέταττεν παραλαβεῖν τοὺς ὀφείλοντας τὰ σκεύη, καθʼ ὃν αἱ συμμορίαι συνετάχθησαν. πρὸς δὲ τούτοις ἕτερον ψήφισμα δήμου ἠνάγκαζε τὸ πρὸς μέρος ἡμῖν διδόναι τῶν ὀφειλόντων ἕκαστον εἰσπράξασθαι.

ἔτυχον δὴ ἐγὼ μὲν τριηραρχῶν καὶ ἐπιμελητὴς ὢν τῆς συμμορίας, Δημοχάρης δὲ ὁ Παιανιεὺς ἐν τῇ συμμορίᾳ ὢν καὶ ὀφείλων τῇ πόλει σκεύη μετὰ Θεοφήμου τουτουί, συντριήραρχος γενόμενος. γεγραμμένους οὖν αὐτοὺς ἀμφοτέρους ἐν τῇ στήλῃ ὀφείλοντας τὰ σκεύη τῇ πόλει ἡ ἀρχὴ παραλαβοῦσα παρὰ τῆς προτέρας ἀρχῆς, ἡμῖν παρέδωκεν κατά τε τὸν νόμον καὶ τὰ ψηφίσματα.

ἐξ ἀνάγκης οὖν ἦν μοι παραλαβεῖν, ἐπεὶ ἐν τῷ πρόσθε χρόνῳ πολλὰς τριηραρχίας τετριηραρχηκὼς ὑμῖν οὐδεπώποτε ἔλαβον σκεύη ἐκ τοῦ νεωρίου, ἀλλʼ αὐτὸς ἰδίᾳ παρεσκεύαζον, ὁπότε δέοι, ἵνα ὡς ἐλάχιστα πράγματα ἔχοιμι πρὸς τὴν πόλιν· τότε δὲ κατά τε τὰ ψηφίσματα καὶ τὸν νόμον ἠναγκαζόμην παραλαμβάνειν.

ὡς δὲ ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν μάρτυρας παρέξομαι τό τε ψήφισμα καὶ τὸν νόμον, ἔπειτα τὴν ἀρχὴν αὐτὴν τὴν παραδοῦσαν καὶ εἰσαγαγοῦσαν εἰς τὸ δικαστήριον, εἶτα τοὺς ἐκ τῆς συμμορίας, ἧς ἦν ἐπιμελητὴς καὶ τριήραρχος. καί μοι ἀνάγνωθι.

ΝΟΜΟΣ. ΨΗΦΙΣΜΑ. ΜΑΡΤΥΡΙΑΙ.

ὡς μὲν τοίνυν πολλή μοι ἀνάγκη ἦν παραλαβεῖν τοὺς ὀφείλοντας τῇ πόλει, τοῦ τε νόμου ἀκούετε καὶ τῶν ψηφισμάτων· ὡς δὲ καὶ παρέλαβον παρὰ τῆς ἀρχῆς, ὁ παραδοὺς ὑμῖν μεμαρτύρηκεν. σκέψασθαι οὖν ὑμᾶς εἰκός ἐστιν ἐξ ἀρχῆς, ὦ ἄνδρες δικασταί, τοῦτο πρῶτον, πότερον ἐγὼ ἠδίκουν ὁ ἀναγκαζόμενος εἰσπρᾶξαι τὸν Θεόφημον, ἢ Θεόφημος, ὃς ὀφείλων τῇ πόλει τὰ σκεύη πολὺν χρόνον οὐκ ἀπεδίδου.

ἐὰν γὰρ καθʼ ἕκαστον σκοπῆτε, εὑρήσετε τὸν Θεόφημον ἅπαντα ἀδικοῦντα, καὶ ταῦτα οὐχ ὑπʼ ἐμοῦ μόνον λόγῳ εἰρημένα, ἀλλὰ καὶ ὑπὸ τῆς βουλῆς καὶ τοῦ δικαστηρίου ψήφῳ κεκριμένα. ἐπειδὴ γὰρ παρέλαβον αὐτὸν παρὰ τῆς ἀρχῆς, προσελθὼν αὐτῷ πρῶτον μὲν ἀπῄτουν τὰ σκεύη· ὡς δὲ τοῦτό μου εἰπόντος οὐκ ἀπεδίδου, ὕστερον αὐτῷ περιτυχὼν περὶ τὸν Ἑρμῆν τὸν πρὸς τῇ πυλίδι προσεκαλεσάμην πρός τε τοὺς ἀποστολέας καὶ πρὸς τοὺς τῶν νεωρίων ἐπιμελητάς· οὗτοι γὰρ εἰσῆγον τότε τὰς διαδικασίας εἰς τὸ δικαστήριον περὶ τῶν σκευῶν.

ὡς δὲ ἀληθῆ λέγω, τούτων ὑμῖν μάρτυρας τοὺς κλητεύσαντας παρέξομαι.

ΜΑΡΤΥΡΕΣ.

ὅτι μὲν τοίνυν προσεκλήθη ὑπʼ ἐμοῦ, οἱ κλητῆρές μοι μεμαρτυρήκασιν· ὡς δὲ εἰσήχθη εἰς τὸ δικαστήριον, λαβέ μοι τὴν μαρτυρίαν τῶν ἀποστολέων καὶ τῆς ἀρχῆς.

ΜΑΡΤΥΡΙΑ.

ὃν μὲν τοίνυν ᾤμην πράγματα παρέξειν μοι Δημοχάρην τὸν Παιανιέα, πρὶν μὲν εἰσαχθῆναι εἰς τὸ δικαστήριον ἦν ἀηδής, ἐπειδὴ δὲ εἰσήχθη καὶ ἑάλω, ἀπέδωκεν τὸ καθʼ ἑαυτὸν μέρος τῶν σκευῶν. ὃν δʼ οὐκ ἂν ᾠήθην εἰς τοσοῦτον πονηρίας ἐλθεῖν ὥστε τολμῆσαι ἄν ποτε τὴν πόλιν ἀποστερῆσαι τὰ σκεύη, εἰς τοσοῦτο δικῶν καὶ πραγμάτων προβέβηκεν. καὶ παρὼν μὲν πρὸς τῷ δικαστηρίῳ, ὅτε εἰσήγετο, οὐδαμοῦ ἠντεδίκησεν, οὐδὲ ἀπεγράψατο διαδικασίαν πρὸς οὐδένα, εἴ τινά φησιν ἕτερον ἔχειν τὰ σκεύη καὶ μὴ προσήκειν αὑτῷ ἀποδοῦναι, ἀλλʼ εἴασεν καθʼ αὑτοῦ ψῆφον ἐπαχθῆναι·

ἐπειδὴ δὲ ἀπῆλθεν ἐκ τοῦ δικαστηρίου, οὐδὲν μᾶλλον ἀπεδίδου, ἀλλʼ ᾤετο ἐν μὲν τῷ παρόντι αὐτὸς ἐκποδὼν γενόμενος ἡσυχίαν ἕξειν, ἕως ἂν ἐγώ τε ἐκπλεύσω καὶ αἱ νῆες καὶ χρόνος ἐγγένηται, καὶ ἐμέ, ἃ οὗτος ὤφειλεν σκεύη τῇ πόλει, ἀναγκασθήσεσθαι ἀποδοῦναι ἥκοντα ἐνθάδε ἢ τῷ διαδόχῳ, ὃς ἂν ἔλθῃ ἐκ τῆς συμμορίας ἐπὶ τὴν ναῦν. τί γὰρ ἂν καὶ ἀντέλεγον αὐτῷ ψηφίσματα καὶ νόμους παρεχομένῳ, ὡς προσῆκεν ἐμὲ εἰσπρᾶξαι τὰ σκεύη;

ὁ δὲ Θεόφημος χρόνου ἐγγεγενημένου, ὁπότε αὐτὸν ἥκων ἀπαιτοίην, ἔμελλε φήσειν ἀποδεδωκέναι, καὶ τούτοις τεκμηρίοις καταχρήσεσθαι ὡς ἀποδέδωκεν, τῷ καιρῷ, τῇ χρείᾳ, ὡς οὐκ ἠλίθιος ἦν οὐδʼ αὖ φίλος αὐτῷ γενόμενος οὐδεπώποτε ὥστʼ ἐπισχεῖν· ὥστε τί ἄν ποτε βουλόμενος ἐγώ, τριηραρχῶν μὲν τῇ πόλει, ἐπιμελητὴς δὲ ὢν τῆς συμμορίας, ψηφισμάτων δὲ τοιούτων καὶ νόμου ὄντος, περὶ τὴν εἴσπραξιν ἐπέσχον ἂν τούτῳ;

ταύτην τὴν διάνοιαν ἔχων ὁ Θεόφημος τότε μὲν οὐκ ἀπεδίδου τὰ σκεύη, ἀλλʼ ἐκποδὼν ἦν, ὕστερον δὲ ᾤετό με ἀποστερήσειν, πρὸς δὲ τούτοις εἰς ὅρκον καταφυγὼν ῥᾳδίως ἐπιορκήσειν, ὅπερ καὶ ἄλλοις πεποίηκεν. δεινὴ γὰρ ἡ πλεονεξία τοῦ τρόπου περὶ τὰ διάφορα, ὡς ἐγὼ ἔργῳ ὑμῖν ἐπιδείξω. ταῦτα γὰρ τὰ σκεύη ὀφείλων ὁ Θεόφημος τῇ πόλει εἰς Ἀφαρέα ἀνέφερεν λόγῳ, ἔργῳ δὲ οὐκ ἀπεγράψατο πρὸς αὐτὸν διαδικασίαν, εὖ εἰδὼς ὅτι ἐλεγχθήσεται ψευδόμενος, ἐὰν εἰσέλθῃ εἰς δικαστήριον.

ὁ γὰρ Ἀφαρεὺς ἐξήλεγχεν αὐτὸν τιμὴν λογισάμενον αὑτῷ τῶν σκευῶν καὶ λαβόντα παρʼ αὑτοῦ, ὅτε παρελάμβανεν τὴν τριηραρχίαν. νῦν δέ φησι Δημοχάρει παραδοῦναι, καὶ δικάζεται τοῖς παιδίοις τοῖς Δημοχάρους τετελευτηκότος τοῦ Δημοχάρους. ὅτε δʼ ἔζη ὁ Δημοχάρης, οὐκ ἀπεγράψατο πρὸς αὐτὸν διαδικασίαν ὁ Θεόφημος, εἰσπραττόμενος ὑπʼ ἐμοῦ τὰ σκεύη, ἀλλʼ ἐβούλετο ἐπὶ προφάσει χρόνου ἐγγενομένου ἀποστερῆσαι τὴν πόλιν τὰ σκεύη. ὡς δʼ ἀληθῆ λέγω, ἀναγνώσεται τὰς μαρτυρίας.

ΜΑΡΤΥΡΙΑΙ.

ταῦτα τοίνυν ἐγὼ πάντα ἐνθυμούμενος, καὶ ἀκούων τὸν Θεόφημον τῶν πεπλησιακότων οἷος εἴη περὶ τὰ διάφορα, καὶ οὐκ ἀπολαμβάνων τὰ σκεύη παρʼ αὐτοῦ, προσῄειν πρός τε τοὺς ἀποστολέας καὶ τὴν βουλήν καὶ τὸν δῆμον, λέγων ὅτι οὐκ ἀποδίδωσί μοι τὰ σκεύη ὁ Θεόφημος, ἃ ὦφλεν ἐν τῷ δικαστηρίῳ. προσῇσαν δὲ καὶ οἱ ἄλλοι τριήραρχοι τῇ βουλῇ, ὅσοι μὴ παρελάμβανον παρὰ τῶν ὀφειλόντων τὰ σκεύη. καὶ πολλῶν λόγων γενομένων ἀποκρίνεται ἡμῖν ἡ βουλὴ ψηφίσματι, ὃ ἀναγνώσεται ὑμῖν, εἰσπράττεσθαι τρόπῳ ᾧ ἂν δυνώμεθα.

ΨΗΦΙΣΜΑ.

γενομένου τοίνυν τοῦ ψηφίσματος τούτου ἐν τῇ βουλῇ, καὶ οὐδενὸς γραφομένου παρανόμων, ἀλλὰ κυρίου ὄντος, προσελθὼν Εὐέργῳ τουτῳὶ τῷ ἀδελφῷ τοῦ Θεοφήμου, ἐπειδὴ τὸν Θεόφημον οὐχ οἷός τε ἦν ἰδεῖν, ἔχων τὸ ψήφισμα πρῶτον μὲν ἀπῄτησα τὰ σκεύη καὶ ἐκέλευσα αὐτὸν φράσαι τῷ Θεοφήμῳ, ἔπειτα διαλιπὼν ἡμέρας τινάς, ὡς οὐκ ἀπεδίδου τὰ σκεύη, ἀλλʼ ἐχλεύαζέ με, παραλαβὼν μάρτυρας ἠρόμην αὐτὸν πότερα νενεμημένος εἴη πρὸς τὸν ἀδελφὸν ἢ κοινὴ ἡ οὐσία εἴη αὐτοῖς.

ἀποκριναμένου δέ μοι Εὐέργου ὅτι νενεμημένος εἴη καὶ χωρὶς οἰκοίη ὁ Θεόφημος, αὐτὸς δὲ παρὰ τῷ πατρί, πυθόμενος οὗ ᾤκει ὁ Θεόφημος, λαβὼν παρὰ τῆς ἀρχῆς ὑπηρέτην ἦλθον ἐπὶ τὴν οἰκίαν τοῦ Θεοφήμου. καταλαβὼν δὲ αὐτὸν οὐκ ἔνδον ὄντα, ἐκέλευσα τὴν ἄνθρωπον τὴν ὑπακούσασαν μετελθεῖν αὐτὸν ὅπου εἴη, ταύτην ἣν μεμαρτυρήκασιν οὗτοι προκαλέσασθαι τὸν Θεόφημον παραδοῦναι, ἐγὼ δὲ ἐξαιτῶν οὐ δύναμαι παραλαβεῖν, ἵνʼ ὑμεῖς τὴν ἀλήθειαν πύθησθε, ὁπότερος ἦρξεν χειρῶν ἀδίκων.

ὡς δὲ ἀφικνεῖται ὁ Θεόφημος μετελθούσης αὐτὸν τῆς ἀνθρώπου, ἀπῄτουν αὐτὸν τὸ διάγραμμα τῶν σκευῶν, λέγων ὅτι ἤδη περὶ ἀναγωγὴν εἴην, καὶ ἐδείκνυον τὸ ψήφισμα τῆς βουλῆς. ὡς δὲ ταῦτά μου λέγοντος οὐκ ἀπεδίδου, ἀλλὰ ἠπείλει καὶ ἐλοιδορεῖτο, ἐκέλευσα τὸν παῖδα καλέσαι εἴ τινας ἴδοι τῶν πολιτῶν παριόντας ἐκ τῆς ὁδοῦ, ἵνα μάρτυρές μοι εἴησαν τῶν λεγομένων,

καὶ ἠξίουν πάλιν τὸν Θεόφημον ἢ αὐτὸν ἀκολουθεῖν πρὸς τοὺς ἀποστολέας καὶ τὴν βουλήν, καὶ εἰ μή φησιν ὀφείλειν, ἐκείνους πείθειν τοὺς παραδόντας καὶ ἀναγκάζοντας εἰσπράττειν, ἢ ἀποδιδόναι τὰ σκεύη· εἰ δὲ μή, ἐνέχυρα ἔφην λήψεσθαι κατά τε τοὺς νόμους καὶ τὰ ψηφίσματα. οὐδὲν δʼ ἐθέλοντος αὐτοῦ τῶν δικαίων ποιεῖν, ἦγον τὴν ἄνθρωπον ἑστηκυῖαν ἐπὶ τῇ θύρᾳ, τὴν μετελθοῦσαν αὐτόν.

καὶ ὁ Θεόφημός με ἀφῃρεῖτο, καὶ ἐγὼ τὴν μὲν ἄνθρωπον ἀφῆκα, εἰς δὲ τὴν οἰκίαν εἰσῄειν, ἵνα ἐνέχυρόν τι λάβοιμι τῶν σκευῶν· ἔτυχεν γὰρ ἡ θύρα ἀνεῳγμένη, ὡς ἦλθεν ὁ Θεόφημος, καὶ ἔτι ἔμελλεν εἰσιέναι· καὶ ἐπεπύσμην αὐτὸν ὅτι οὐκ εἴη γεγαμηκώς. εἰσιόντος δέ μου παίει πὺξ ὁ Θεόφημος τὸ στόμα, καὶ ἐγὼ ἐπιμαρτυράμενος τοὺς παρόντας ἠμυνάμην.

ὡς οὖν ἀληθῆ λέγω, καὶ ἦρξεν χειρῶν ἀδίκων ὁ Θεόφημος, οὐκ ἄλλοθεν δεῖν οἶμαι τὸν ἔλεγχον γενέσθαι ἢ ἐκ τῆς ἀνθρώπου, ἣν μεμαρτυρήκασιν οὗτοι οἱ μάρτυρες ὡς ἤθελεν ὁ Θεόφημος παραδιδόναι. ταύτῃ δὲ τῇ μαρτυρίᾳ πρότερος εἰσελθὼν εἰς τὸ δικαστήριον, οὐ παραγραφομένου ἐμοῦ οὐδʼ ὑπομνυμένου διὰ τὸ καὶ πρότερόν ποτε ἐφʼ ἑτέρας δίκης ταῦτά με βλάψαι, ἐξηπάτησεν τοὺς δικαστὰς λέγων, οὓς μὲν ἐγὼ παρειχόμην μάρτυρας, τὰ ψευδῆ μαρτυρεῖν, τὴν δὲ ἄνθρωπον ἐρεῖν τὰς ἀληθείας βασανιζομένην.

οἷς δὲ τότε κατεχρῶντο λόγοις, νῦν αὐτοῖς ἐξελέγχονται ὑπεναντία ποιοῦντες· τὴν γὰρ ἄνθρωπον οὐ δύναμαι παραλαβεῖν πολλάκις ἐξαιτήσας, ὡς μεμαρτύρηται ὑμῖν. ἐπειδὴ τοίνυν τὴν ἄνθρωπον οὐ παραδιδόασιν, ἣν αὐτοὶ ἔφασαν προκαλέσασθαι, βούλομαι ὑμῖν καὶ τοὺς μάρτυρας παρασχέσθαι, οἳ εἶδόν με πρότερον πληγέντα ὑπὸ τοῦ Θεοφήμου (ἡ δὲ αἴκεια τοῦτʼ ἔστιν, ὃς ἂν ἄρξῃ χειρῶν ἀδίκων πρότερος) ἄλλως τε καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὰ ψηφίσματα τὰ ὑμέτερα εἰσπράττοντα. καί μοι ἀνάγνωθι τὰ ψηφίσματα καὶ τὴν μαρτυρίαν.

ΨΗΦΙΣΜΑΤΑ. ΜΑΡΤΥΡΙΑ.