Against Evergus and Mnesibulus
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
καλῶς μοι δοκοῦσιν οἱ νόμοι ἔχειν, ὦ ἄνδρες δικασταί, οἱ ὑπόλοιπον ἀγῶνα ἀποδόντες ταῖς δίκαις τὸν τῶν ψευδομαρτυρίων, ἵνα, εἴ τις μάρτυρας τὰ ψευδῆ μαρτυροῦντας παρασχόμενος ἢ προκλήσεις μὴ γενομένας ἢ μαρτυρίας παρὰ τὸν νόμον μαρτυρηθείσας ἐξηπάτησεν τοὺς δικαστάς, μηδὲν αὐτῷ πλέον γένηται, ἀλλʼ ἐπισκηψάμενος ταῖς μαρτυρίαις ὁ ἀδικηθεὶς καὶ εἰσελθὼν ὡς ὑμᾶς καὶ ἐπιδείξας περὶ τοῦ πράγματος τοὺς μάρτυρας τὰ ψευδῆ μεμαρτυρηκότας, παρά τε τούτων δίκην λάβῃ καὶ τὸν προβαλόμενον ὑπόδικον ἔχῃ τῶν κακοτεχνιῶν.
καὶ διὰ τοῦτο τῷ μὲν διώκοντι ἐλάττω ἐποίησαν τὰ ἐπιτίμια, ἐὰν ἡττηθῇ, ἵνα μὴ διὰ τὸ πλῆθος ἀποτρέπωνται διώκειν τοὺς μάρτυρας τῶν ψευδομαρτυρίων οἱ ἀδικούμενοι, τῷ δὲ φεύγοντι μεγάλας ἐπέθηκαν τιμωρίας, ἐὰν ἁλῶσιν καὶ δόξωσιν ὑμῖν τὰ ψευδῆ μεμαρτυρηκέναι.
δικαίως, ὦ ἄνδρες δικασταί. ὑμεῖς γὰρ εἰς τοὺς μάρτυρας βλέψαντες, καὶ πιστεύσαντες οἷς ἂν οὗτοι μαρτυρήσωσιν, ψηφίζεσθε· ἵνα οὖν μήθʼ ὑμεῖς ἐξαπατᾶσθε μήθʼ οἱ εἰσιόντες εἰς ὑμᾶς ἀδικῶνται, διὰ ταῦτα αὐτοὺς ὑποδίκους ἐποίησεν ὁ νομοθέτης. δέομαι δὲ ὑμῶν καὶ ἐγὼ μετʼ εὐνοίας μου ἀκροάσασθαι περὶ τοῦ πράγματος ἐξ ἀρχῆς ἅπαντα, ἵνα ἐκ τούτων εἰδῆτε ὅσα ἐγώ τε ἠδικήθην καὶ ἐξηπατήθησαν οἱ δικασταὶ καὶ οὗτοι τὰ ψευδῆ ἐμαρτύρησαν.
μάλιστα μὲν οὖν ἂν ἐβουλόμην μὴ ἔχειν πράγματα· εἰ δʼ οὖν ἀναγκάζοι τις, πρὸς τοιούτους ἡδύ ἐστιν εἰσιέναι οἳ μὴ ἀγνῶτές εἰσιν ὑμῖν. νῦν δὲ πλείων μοι λόγος ἔσται ἐξελέγχοντι τὸν τρόπον αὐτῶν ἢ τὴν μαρτυρίαν ψευδῆ οὖσαν. περὶ μὲν γὰρ τῆς μαρτυρίας, ὅτι ψευδῆ μεμαρτυρήκασιν, αὐτοί μοι δοκοῦσιν ἔργῳ ἐξελέγχειν αὐτήν, καὶ οὐκ ἄλλους με δεῖ μάρτυρας παρασχέσθαι ἢ αὐτοὺς τούτους·
ἐξὸν γὰρ αὐτοῖς ἀπηλλάχθαι πραγμάτων καὶ μὴ κινδυνεύειν εἰσιόντας εἰς ὑμᾶς, ἔργῳ βεβαιώσαντας ὡς ἀληθής ἐστιν ἡ μαρτυρία, οὐκ ἠθελήκασιν παραδοῦναι τὴν ἄνθρωπον, ἣν μεμαρτυρήκασιν προκαλέσασθαι πρὸς τῷ διαιτητῇ Πυθοδώρῳ ἐκ Κηδῶν παραδιδόναι ἕτοιμον εἶναι Θεόφημον, ἠξίουν δʼ ἐγὼ παραλαμβάνειν, ὡς οἱ μάρτυρες ὑμῖν οἱ τότε παραγενόμενοι ἐμαρτύρησαν ἐν τῷ δικαστηρίῳ, καὶ νῦν δὲ μαρτυρήσουσιν. καὶ Θεόφημος αὐτοῖς ὡς ἀληθῆ μεμαρτυρηκόσιν οὐκ ἐπεσκήψατο, οὐδʼ ἐπεξέρχεται τῶν ψευδομαρτυρίων.
σχεδὸν μὲν οὖν μοι καὶ αὐτοὶ ὁμολογοῦσιν ἐν τῇ μαρτυρίᾳ ἐθέλειν με παραλαμβάνειν τὴν ἄνθρωπον, Θεόφημον δὲ ἀναβάλλεσθαι κελεύειν, ἐμὲ δὲ οὐκ ἐθέλειν. ἣν δʼ ἐγὼ μὲν ἠξίωσα παραλαμβάνειν, Θεόφημος δὲ προὐκαλέσατο παραδοῦναι, ὡς οὗτοί φασιν, τὸ δὲ σῶμα οὐδεὶς εἶδε παρόν, οὔτε τότε πρὸς τῷ διαιτητῇ οὔτε ὕστερον πρὸς τῷ δικαστηρίῳ οὔτε ἄλλοθι οὐδαμοῦ παραδιδόμενον, ἐμαρτύρησαν δὲ οἱ μάρτυρες οὗτοι ὡς ἐθέλοι παραδοῦναι Θεόφημος καὶ πρόκλησιν προκαλοῖτο,
ᾠήθησαν δὲ οἱ δικασταὶ ἀληθῆ εἶναι τὴν μαρτυρίαν, φεύγειν δʼ ἐμὲ τὸν ἔλεγχον τὸν ἐκ τῆς ἀνθρώπου περὶ τῆς αἰκείας, ὁπότερος ἡμῶν ἦρξεν χειρῶν ἀδίκων (τοῦτο γάρ ἐστιν ἡ αἴκεια), πῶς οὐκ ἀναγκαῖόν ἐστιν τούτους τοὺς μάρτυρας τὰ ψευδῆ μεμαρτυρηκέναι, οἵ γε οὐδὲ νῦν πω τολμῶσι τὸ σῶμα τῆς ἀνθρώπου παραδοῦναι, καθὰ ἔφασαν προκαλέσασθαι τὸν Θεόφημον καὶ ἐμαρτύρησαν αὐτῷ, καὶ τὴν μὲν μαρτυρίαν ἔργῳ βεβαιῶσαι ὡς ἀληθής ἐστιν, καὶ τοὺς μάρτυρας ἀπηλλάχθαι τοῦ ἀγῶνος παραδόντας τὸ σῶμα τῆς ἀνθρώπου,
τὴν δὲ ἄνθρωπον περὶ τῆς αἰκείας βασανίζεσθαι, ἐφʼ ᾗ ἐγὼ διώκω δίκῃ τὸν Θεόφημον, ἐπειδὴ τότε οὐ παρέσχεν, καὶ τὸν ἔλεγχον ἐξ ὧν ὁ Θεόφημος ἔλεγεν τότε ἐξαπατῶν τοὺς δικαστάς, ἐκ τούτων γίγνεσθαι; ἔφη γὰρ ἐν τῇ δίκῃ τῆς αἰκείας τοὺς μὲν μάρτυρας τοὺς παραγενομένους καὶ μαρτυροῦντας τὰ γενόμενα ἐν γραμματείῳ κατὰ τὸν νόμον ψευδεῖς εἶναι καὶ ὑπʼ ἐμοῦ παρεσκευασμένους, τὴν δʼ ἄνθρωπον τὴν παραγενομένην ἐρεῖν τἀληθῆ, οὐκ ἐκ γραμματείου μαρτυροῦσαν, ἀλλʼ ἐκ τῆς ἰσχυροτάτης μαρτυρίας, βασανιζομένην, ὁπότερος ἦρξε χειρῶν ἀδίκων.
ἃ δή, λόγῳ τότε καταχρώμενος καὶ μάρτυρας παρεχόμενος τούτων, ἠπάτα τοὺς δικαστάς, νῦν ἐξελέγχεται ψευδῆ ὄντα· τὸ γὰρ σῶμα τῆς ἀνθρώπου οὐ τολμᾷ παραδοῦναι, ὃ μεμαρτυρήκασιν αὐτὸν ἐθέλειν παραδοῦναι, ἀλλὰ μᾶλλον προῄρηται τὸν ἀδελφὸν καὶ τὸν κηδεστὴν ψευδομαρτυρίων ἀγωνίζεσθαι ἢ παραδοῦναι τὸ σῶμα τῆς ἀνθρώπου καὶ δικαίως ἀπηλλάχθαι, καὶ μὴ διὰ λόγων καὶ δεήσεως, ἐὰν δύνωνται ἐξαπατήσαντες ὑμᾶς ἀποφεύγειν,
πολλάκις ἐμοῦ προκαλεσαμένου καὶ ἐξαιτήσαντος τὴν ἄνθρωπον καὶ τότε ἀξιοῦντος παραλαμβάνειν καὶ μετὰ τὴν δίκην, καὶ ὅτε ἐξέτινον αὐτοῖς, καὶ ἐφʼ ᾗ ἐγὼ δίκῃ τὸν Θεόφημον διώκω τῆς αἰκείας, καὶ ἐν τῇ ἀνακρίσει τῶν ψευδομαρτυρίων, καὶ τούτων οὐ προσποιουμένων, ἀλλὰ λόγῳ μὲν μαρτυρούντων τὰ ψευδῆ, ἔργῳ δὲ οὐ παραδιδόντων τὴν ἄνθρωπον· εὖ γὰρ ᾔδεσαν ὅτι βασανιζομένης αὐτῆς ἐξελεγχθήσονται ἀδικοῦντες, οὐκ ἀδικούμενοι. ὡς δὲ ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.
ΜΑΡΤΥΡΙΑΙ.
ὅτι μὲν τοίνυν πολλάκις προκαλεσαμένῳ καὶ ἀξιοῦντι παραλαβεῖν τὴν ἄνθρωπον οὐδεὶς παρεδίδου, μεμαρτύρηται ὑμῖν. ἵνα δὲ καὶ ἐκ τεκμηρίων εἰδῆτε ὅτι ψευδῆ μεμαρτυρήκασιν, δηλώσω ὑμῖν. οὗτοι γάρ, εἴπερ ἀληθῆ ἦν ἅ φασιν προκαλέσασθαι τὸν Θεόφημον καὶ παραδιδόναι τὸ σῶμα τῆς ἀνθρώπου, οὐκ ἂν δήπου δύο μόνους μάρτυρας ἐποιήσαντο κηδεστὴν καὶ ἀδελφόν, τἀληθῆ μαρτυροῦντας, ἀλλὰ καὶ ἄλλους ἂν πολλούς.
ἡ μὲν γὰρ δίαιτα ἐν τῇ ἡλιαίᾳ ἦν (οἱ γὰρ τὴν Οἰνῇδα καὶ τὴν Ἐρεχθῇδα διαιτῶντες ἐνταῦθα κάθηνται)· τῶν δὲ τοιούτων προκλήσεων, ὅταν τις τὸ σῶμα παραδιδῷ κομίσας, πολλοὶ προσίστανται ἐπακούοντες τῶν λεγομένων, ὥστε οὐκ ἂν ἠπόρησαν μαρτύρων, εἴπερ καὶ ὁπωστιοῦν ἀληθὴς ἦν ἡ μαρτυρία.
μεμαρτυρήκασι τοίνυν, ὦ ἄνδρες δικασταί, ἐν τῇ αὐτῇ μαρτυρίᾳ, ὡς ἐγὼ οὐκ ἐθέλοιμι ἀναβαλέσθαι, ὁ δὲ Θεόφημος κελεύοι, ἵνα μοι παραδοίη τὴν ἄνθρωπον. ὡς δὲ οὐκ ἀληθὲς τοῦτʼ ἔστιν, ἐγὼ ὑμᾶς διδάξω. εἰ μὲν γὰρ ἐγὼ τὸν Θεόφημον ταύτην τὴν πρόκλησιν προὐκαλούμην ἣν μεμαρτυρήκασιν αὐτῷ,
ἀξιῶν αὐτὸν τὴν ἄνθρωπον παραδοῦναι, εἰκότως ἄν μοι τούτους τοὺς λόγους ἀπεκρίνατο, ἀναβαλέσθαι κελεύων τὴν δίαιταν εἰς τὴν ὑστέραν σύνοδον, ἵνα κομίσῃ τὴν ἄνθρωπον καὶ παραδῷ μοι· νῦν δὲ σὲ αὐτὸν μεμαρτυρήκασιν, ὦ Θεόφημε, ἐθέλειν παραδιδόναι τὴν ἄνθρωπον, καὶ ἐμὲ μὴ ʼθέλειν παραλαβεῖν. πῶς οὖν σὺ κύριος μὲν ὢν τῆς ἀνθρώπου, μέλλων δὲ προκαλεῖσθαι ταύτην τὴν πρόκλησιν ἣν μεμαρτυρήκασί σοι, καταφεύγων δὲ εἰς τὴν ἄνθρωπον περὶ τοῦ δικαίου,
ἄλλου δέ σοι οὐδενὸς ὄντος μάρτυρος ὡς ἐπλήγης ὑπʼ ἐμοῦ ἄρχοντος χειρῶν ἀδίκων, οὐχ ἧκες ἔχων τὴν ἄνθρωπον πρὸς τὸν διαιτητὴν καὶ παρεδίδους τὸ σῶμα παρούσης τῆς ἀνθρώπου, κύριός γε ὢν αὐτῆς; ἀλλὰ τὴν μὲν πρόκλησιν φὴς προκαλέσασθαι, τὴν δὲ ἄνθρωπον οὐδεὶς εἶδεν, διʼ ἧς ἐξηπάτησας τοὺς δικαστάς, ψευδεῖς μάρτυρας παρασχόμενος ὡς ἐθέλων παραδοῦναι.
ἐπειδὴ τοίνυν σοι τότε οὐ παρῆν ἡ ἄνθρωπος, ἀλλὰ πρότερον ἐσημάνθησαν οἱ ἐχῖνοι, ὕστερον ἔστιν ὅπου ἤγαγες τὴν ἄνθρωπον εἰς τὴν ἀγορὰν ἢ εἰς τὸ δικαστήριον; εἰ γὰρ μὴ τότε σοι παρεγένετο, ὕστερον δήπου ἔδει παραδιδόναι, καὶ μάρτυρας ποιεῖσθαι ὡς ἐθέλεις ἐν τῇ ἀνθρώπῳ τὸν ἔλεγχον γίγνεσθαι, καθάπερ προὐκαλέσω, προκλήσεώς τε ἐμβεβλημένης σοι καὶ μαρτυρίας ὡς ἤθελες παραδιδόναι τὴν ἄνθρωπον. μέλλων τοίνυν εἰσιέναι τὴν δίκην ἔστιν ὅπου τὴν ἄνθρωπον εἰσήγαγες πρὸς τὸ δικαστήριον;
καίτοι ἔδει αὐτόν, εἴπερ ἀληθῆ ἦν ἅ φασιν αὐτὸν προκαλεῖσθαι, κληρουμένων τῶν δικαστηρίων κομίσαντα τὴν ἄνθρωπον, λαβόντα τὸν κήρυκα, κελεύειν ἐμέ, εἰ βουλοίμην, βασανίζειν, καὶ μάρτυρας τοὺς δικαστὰς εἰσιόντας ποιεῖσθαι ὡς ἕτοιμός ἐστιν παραδοῦναι. νυνὶ δὲ λόγῳ ἐξαπατήσας, ψευδεῖς μαρτυρίας παρασχόμενος, οὐδέπω καὶ νῦν τολμᾷ τὴν ἄνθρωπον παραδοῦναι, πολλάκις ἐμοῦ προκαλεσαμένου καὶ ἐξαιτήσαντος, ὡς οἱ μάρτυρες ὑμῖν οἱ παραγενόμενοι μεμαρτυρήκασιν. καί μοι ἀνάγνωθι πάλιν τὰς μαρτυρίας.
ΜΑΡΤΥΡΙΑΙ.
βούλομαι δʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, καὶ τὴν δίκην διηγήσασθαι, ὅθεν ἐγένετό μοι πρὸς Θεόφημον, ἵνα εἰδῆτε ὅτι οὐ μόνον ἐμοῦ ἀδίκως κατεδικάσατο, ἐξαπατήσας τοὺς δικαστάς, ἀλλὰ καὶ τῆς βουλῆς ἅμα τῶν πεντακοσίων τῇ αὐτῇ ψήφῳ, καὶ ἄκυρα μὲν ἐποίησεν τὰ δικαστήρια τὰ ὑμέτερα, ἄκυρα δὲ τὰ ψηφίσματα καὶ τοὺς νόμους, ἀπίστους δὲ τὰς ἀρχὰς κατέστησεν ὑμῖν καὶ τὰ γράμματα τὰ ἐν ταῖς στήλαις. ὃν δὲ τρόπον, ἐγὼ ὑμᾶς περὶ ἑνὸς ἑκάστου διδάξω.
ἐμοὶ γὰρ πρὸς Θεόφημον συμβόλαιον μὲν οὐδὲν πώποτε πρότερον ἐν τῷ βίῳ ἐγένετο, οὐδʼ αὖ κῶμος ἢ ἔρως ἢ πότος, ὥστε διαφερόμενον περί τινος πλεονεκτήματος ἢ παροξυνόμενον ὑπὸ ἡδονῆς τινὸς ἐλθεῖν ἐπὶ τὴν οἰκίαν τὴν τούτου. ψηφισμάτων δὲ ὑμετέρων δήμου καὶ βουλῆς καὶ νόμου ἐπιτάξαντος, εἰσέπραξα τοῦτον ὀφείλοντα τῇ πόλει σκεύη τριηρικά. διʼ ὅτι δέ, ἐγὼ ὑμῖν διηγήσομαι.
ἔτυχεν ἔκπλους ὢν τριήρων καὶ βοήθεια ἀποστελλομένη διὰ τάχους. σκεύη οὖν ἐν τῷ νεωρίῳ οὐχ ὑπῆρχεν ταῖς ναυσίν, ἀλλʼ ἔχοντες οἱ ὀφείλοντες οὐκ ἀπεδίδοσαν· πρὸς δὲ τούτοις οὐδʼ ἐν τῷ Πειραιεῖ ὄντα ἄφθονα ὀθόνια καὶ στυππεῖον καὶ σχοινία, οἷς κατασκευάζεται τριήρης, ὥστε πρίασθαι. γράφει οὖν Χαιρέδημος τὸ ψήφισμα τουτί, ἵνα εἰσπραχθῇ τὰ σκεύη ταῖς ναυσὶ καὶ σᾶ γένηται τῇ πόλει. καί μοι ἀνάγνωθι τὸ ψήφισμα.
ΨΗΦΙΣΜΑ.