Against Evergus and Mnesibulus
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
ἐπειδὴ τοίνυν ἀφῃρέθην τὰ ἐνέχυρα ὑπὸ τοῦ Θεοφήμου καὶ συνεκόπην, ἐλθὼν εἰς τὴν βουλὴν τάς τε πληγὰς ἔδειξα καὶ ἃ πεπονθὼς ἦν εἶπον, καὶ ὅτι εἰσπράττων τῇ πόλει τὰ σκεύη. ἀγανακτήσασα δʼ ἡ βουλὴ ἐφʼ οἷς ἐγὼ ἐπεπόνθειν, καὶ ἰδοῦσά με ὡς διεκείμην, καὶ ἡγησαμένη ὑβρίσθαι οὐκ ἐμέ, ἀλλʼ ἑαυτὴν καὶ τὸν δῆμον τὸν ψηφισάμενον καὶ τὸν νόμον τὸν ἀναγκάσαντα εἰσπράττειν τὰ σκεύη,
ἐκέλευεν εἰσαγγέλλειν με, καὶ τοὺς πρυτάνεις προγράφειν αὐτῷ τὴν κρίσιν ἐπὶ δύο ἡμέρας ὡς ἀδικοῦντι καὶ διακωλύοντι τὸν ἀπόστολον, διότι τὰ σκεύη οὐκ ἀπεδίδου καὶ τὰ ἐνέχυρα ἀφείλετο καὶ ἐμὲ συνέκοψεν τὸν εἰσπράττοντα καὶ ὑπηρετοῦντα τῇ πόλει. γενομένης τοίνυν τῆς κρίσεως τῷ Θεοφήμῳ ἐν τῇ βουλῇ κατὰ τὴν εἰσαγγελίαν ἣν ἐγὼ εἰσήγγειλα, καὶ ἀποδοθέντος λόγου ἑκατέρῳ, καὶ κρύβδην διαψηφισαμένων τῶν βουλευτῶν, ἑάλω ἐν τῷ βουλευτηρίῳ καὶ ἔδοξεν ἀδικεῖν.
καὶ ἐπειδὴ ἐν τῷ διαχειροτονεῖν ἦν ἡ βουλὴ πότερα δικαστηρίῳ παραδοίη ἢ ζημιώσειε ταῖς πεντακοσίαις, ὅσου ἦν κυρία κατὰ τὸν νόμον, δεομένων τούτων ἁπάντων καὶ ἱκετευόντων καὶ τίνα οὐ προσπεμπόντων; καὶ τὸ διάγραμμα τῶν σκευῶν ἀποδιδόντων εὐθὺς ἐν τῇ βουλῇ, καὶ περὶ τῶν πληγῶν φασκόντων ἐπιτρέψειν ᾧ ἂν κελεύσω Ἀθηναίων, συνεχώρησα ὥστε τῷ Θεοφήμῳ πέντε καὶ εἴκοσι δραχμῶν προστιμηθῆναι.
καὶ ταῦτα ὡς ἀληθῆ λέγω, ὑμῶν τε δέομαι ὅσοι ἐβούλευον ἐπʼ Ἀγαθοκλέους ἄρχοντος φράζειν τοῖς παρακαθημένοις, καὶ ὅσους ἐδυνάμην ἐγὼ ἐξευρεῖν τῶν τότε βουλευόντων, μάρτυρας ὑμῖν παρέξομαι.
ΜΑΡΤΥΡΕΣ.
ἐγὼ μὲν τοίνυν οὕτως, ὦ ἄνδρες δικασταί, ἐπιεικὴς ἐγενόμην πρὸς τούτους. καίτοι τό γε ψήφισμα δημοσίαν τὴν οὐσίαν ἐκέλευσεν εἶναι, οὐ μόνον ὃς ἂν ἔχων σκεύη μὴ ἀποδιδῷ τῇ πόλει, ἀλλὰ καὶ ὃς ἂν ἰδίᾳ κτησάμενος μὴ πωλῇ· τοιαύτη γὰρ ἡ ἀπορία οὖσα συνέβαινεν τότε ἐν τῇ πόλει σκευῶν. καί μοι ἀνάγνωθι τὸ ψήφισμα.
ΨΗΦΙΣΜΑ.
καταπλεύσας τοίνυν, ὦ ἄνδρες δικασταί, ὡς οὐδενὶ ἤθελεν ἐπιτρέπειν ὁ Θεόφημος περὶ τῶν πληγῶν ὧν τότε ἔλαβον ὑπʼ αὐτοῦ, προσεκαλεσάμην αὐτὸν καὶ ἔλαχον αὐτῷ δίκην τῆς αἰκείας. ἀντιπροσκαλεσαμένου δὲ κἀκείνου ἐμὲ καὶ διαιτητῶν ἐχόντων τὰς δίκας, ἐπειδὴ ἡ ἀπόφασις ἦν τῆς δίκης, ὁ μὲν Θεόφημος παρεγράφετο καὶ ὑπώμνυτο, ἐγὼ δὲ πιστεύων ἐμαυτῷ μηδὲν ἀδικεῖν εἰσῄειν εἰς ὑμᾶς.
παρασχόμενος δὲ ἐκεῖνος ταύτην τὴν μαρτυρίαν, ἣν ἄλλος μὲν οὐδεὶς μεμαρτύρηκεν, ὁ δὲ ἀδελφὸς καὶ ὁ κηδεστής, ὡς ἐθέλοι τὴν ἄνθρωπον παραδοῦναι, καὶ προσποιούμενος ἄκακος εἶναι, ἐξηπάτησεν τοὺς δικαστάς. δέομαι δὲ ὑμῶν νυνὶ δικαίαν δέησιν, ἅμα μὲν δικάσαι περὶ τῆς μαρτυρίας, πότερα ψευδής ἐστιν ἢ ἀληθής, ἅμα δὲ περὶ τοῦ πράγματος ἐξ ἀρχῆς σκέψασθαι.
ἐγὼ μὲν τοίνυν, εἰς ἃ οὗτος κατέφυγεν τότε δίκαια, ἐκ τούτων οἴομαι δεῖν τὸν ἔλεγχον γενέσθαι, ἐκ τῆς ἀνθρώπου βασανιζομένης, ὁπότερος ἦρξεν χειρῶν ἀδίκων· τοῦτο γάρ ἐστιν ἡ αἴκεια. καὶ τοὺς μάρτυρας διὰ τοῦτο διώκω τῶν ψευδομαρτυρίων, ὅτι ἐμαρτύρησαν ἐθέλειν παραδιδόναι τὸν Θεόφημον τὴν ἄνθρωπον, οὐδαμοῦ τὸ σῶμα παραδιδόντος οὔτε τότε πρὸς τῷ διαιτητῇ οὔτε ὕστερον, πολλάκις ἐμοῦ ἐξαιτήσαντος.
διπλῆν οὖν αὐτοὺς δεῖ δίκην δοῦναι, ὅτι τε ἐξηπάτησαν τοὺς δικαστὰς ψευδεῖς μαρτυρίας παρασχόμενοι, κηδεστοῦ καὶ ἀδελφοῦ, καὶ ὅτι ἐμὲ ἠδίκησαν, λῃτουργοῦντα μὲν ὑμῖν προθύμως, ποιοῦντα δὲ τὰ προσταττόμενα, ὑπηρετοῦντα δὲ τοῖς νόμοις καὶ τοῖς ψηφίσμασιν τοῖς ὑμετέροις. ὡς δὲ οὐκ ἐγὼ μόνος παρέλαβον παρὰ τῆς ἀρχῆς τοῦτον εἰσπράξασθαι σκεύη ὀφείλοντα τῇ πόλει, ἀλλὰ καὶ ἄλλοι τῶν τριηράρχων ἑτέρους εἰσεπράξαντο οὓς παρέλαβον, ἀνάγνωθί μοι αὐτῶν τὰς μαρτυρίας.
ΜΑΡΤΥΡΙΑΙ.
βούλομαι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ ἃ πέπονθα ὑπʼ αὐτῶν διηγήσασθαι ὑμῖν. ἐπειδὴ γὰρ ὦφλον αὐτοῖς τὴν δίκην ἐφʼ ᾗ τοὺς μάρτυρας τούτους διώκω τὰ ψευδῆ μεμαρτυρηκότας, προσελθὼν τῷ Θεοφήμῳ μελλούσης μοι ἤδη ἐξήκειν τῆς ὑπερημερίας, ἐδεήθην αὐτοῦ ἐπισχεῖν μοι ὀλίγον χρόνον, λέγων τὰς ἀληθείας, ὅτι πεπορισμένου τοῦ ἀργυρίου ὃ ἔμελλον αὐτῷ ἐκτίνειν συμβέβηκέ μοι τριηραρχία,
καὶ ἀποστέλλειν διὰ τάχους δεῖ τὴν τριήρη, καὶ ὁ στρατηγὸς Ἀλκίμαχος αὑτῷ παρασκευάζειν κελεύοι ταύτην τὴν ναῦν· τὸ οὖν ἀργύριον τὸ πεπορισμένον τῷ Θεοφήμῳ ἀποδοῦναι ἐνταῦθα κατεχρησάμην. ἐδεόμην δʼ αὐτοῦ ἀναβαλέσθαι τὴν ὑπερημερίαν, ἕως ἂν τὴν ναῦν ἀποστείλω. ὁ δὲ ῥᾳδίως μοι καὶ ἀκάκως ἀποκρίνεται· οὐδὲν κωλύει, ἔφη· ἀλλʼ ἐπειδὰν τὴν ναῦν ἀποστείλῃς, πόριζε καὶ ἐμοί.
ἀποκριναμένου δέ μοι ταῦτα τοῦ Θεοφήμου καὶ ἀναβαλομένου τὴν ὑπερημερίαν, καὶ μάλιστά μου πιστεύσαντος τῇ τε ἐπισκήψει τῶν ψευδομαρτυρίων καὶ τῷ μὴ ἐθέλειν αὐτὸν παραδοῦναι τὴν ἄνθρωπον, ὡς οὐδὲν ἂν νεωτερίσαντος περὶ τἀμά, ἐγὼ μὲν τὴν τριήρη ἀποστείλας, οὐ πολλαῖς ἡμέραις ὕστερον πορίσας τὸ ἀργύριον, προσελθὼν αὐτῷ ἐκέλευον ἐπὶ τὴν τράπεζαν ἀκολουθοῦντα κομίζεσθαι τὴν καταδίκην. ὡς δὲ ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.
ΜΑΡΤΥΡΙΑΙ.
ὁ δὲ Θεόφημος ἀντὶ τοῦ τὴν καταδίκην ἀπολαβεῖν ἀκολουθήσας ἐπὶ τὴν τράπεζαν, ἐλθών μου τὰ πρόβατα λαμβάνει ποιμαινόμενα πεντήκοντα μαλακὰ καὶ τὸν ποιμένα μετʼ αὐτῶν καὶ πάντα τὰ ἀκόλουθα τῇ ποίμνῃ, ἔπειτα παῖδα διάκονον ὑδρίαν χαλκῆν ἀποφέροντα ἀλλοτρίαν ᾐτημένην, πολλοῦ ἀξίαν. καὶ ταῦτα ἔχουσιν οὐκ ἐξήρκεσεν αὐτοῖς·
ἀλλʼ ἐπεισελθόντες εἰς τὸ χωρίον (γεωργῶ δὲ πρὸς τῷ ἱπποδρόμῳ, καὶ οἰκῶ ἐνταῦθα ἐκ μειρακίου) πρῶτον μὲν ἐπὶ τοὺς οἰκέτας ᾖξαν, ὡς δὲ οὗτοι διαφεύγουσιν αὐτοὺς καὶ ἄλλος ἄλλῃ ἀπεχώρησαν, ἐλθόντες πρὸς τὴν οἰκίαν καὶ ἐκβαλόντες τὴν θύραν τὴν εἰς τὸν κῆπον φέρουσαν Εὔεργός τε οὑτοσὶ ὁ ἀδελφὸς ὁ Θεοφήμου καὶ Μνησίβουλος ὁ κηδεστὴς αὐτοῦ, οἷς οὐδεμίαν δίκην ὠφλήκειν οὐδὲ προσῆκεν αὐτοὺς ἅπτεσθαι τῶν ἐμῶν οὐδενός, εἰσελθόντες ἐπὶ τὴν γυναῖκά μου καὶ τὰ παιδία ἐξεφορήσαντο ὅσα ἔτι ὑπόλοιπά μοι ἦν σκεύη ἐν τῇ οἰκίᾳ.
ᾤοντο μὲν γὰρ οὐ τοσαῦτα μόνον λήψεσθαι, ἀλλὰ πολλῷ πλείω· τὴν γὰρ οὖσάν μοι ποτὲ κατασκευὴν τῆς οἰκίας καταλήψεσθαι· ἀλλʼ ὑπὸ τῶν λῃτουργιῶν καὶ τῶν εἰσφορῶν καὶ τῆς πρὸς ὑμᾶς φιλοτιμίας τὰ μὲν ἐνέχυρα κεῖται αὐτῶν, τὰ δὲ πέπραται. ὅσα δʼ ἦν ἔτι ὑπόλοιπα, πάντα λαβόντες ᾤχοντο.
πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἔτυχεν ἡ γυνή μου μετὰ τῶν παιδίων ἀριστῶσα ἐν τῇ αὐλῇ, καὶ μετʼ αὐτῆς τιτθή τις ἐμὴ γενομένη πρεσβυτέρα, ἄνθρωπος εὔνους καὶ πιστὴ καὶ ἀφειμένη ἐλευθέρα ὑπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ. συνῴκησεν δὲ ἀνδρί, ἐπειδὴ ἀφείθη ἐλευθέρα· ὡς δὲ οὗτος ἀπέθανεν καὶ αὐτὴ γραῦς ἦν καὶ οὐκ ἦν αὐτὴν ὁ θρέψων, ἐπανῆκεν ὡς ἐμέ.
ἀναγκαῖον οὖν ἦν μὴ περιιδεῖν ἐνδεεῖς ὄντας μήτε τιτθὴν γενομένην μήτε παιδαγωγόν· ἅμα δὲ καὶ τριηραρχῶν ἐξέπλεον, ὥστε καὶ τῇ γυναικὶ βουλομένῃ ἦν τοιαύτην οἰκουρὸν μετʼ αὐτῆς με καταλιπεῖν. ἀριστώντων δὲ ἐν τῇ αὐλῇ, ὡς ἐπεισπηδῶσιν οὗτοι καὶ καταλαμβάνουσιν αὐτὰς καὶ ἥρπαζον τὰ σκεύη, αἱ μὲν ἄλλαι θεράπαιναι (ἐν τῷ πύργῳ γὰρ ἦσαν, οὗπερ διαιτῶνται) ὡς ἤκουσαν κραυγῆς, κλείουσι τὸν πύργον, καὶ ἐνταῦθα μὲν οὐκ εἰσῆλθον, τὰ δʼ ἐκ τῆς ἄλλης οἰκίας ἐξέφερον σκεύη,
ἀπαγορευούσης τῆς γυναικὸς μὴ ἅπτεσθαι αὐτοῖς, καὶ λεγούσης ὅτι αὑτῆς εἴη ἐν τῇ προικὶ τετιμημένα καὶ ὅτι τὰ πρόβατα ἔχετε πεντήκοντα καὶ τὸν παῖδα καὶ τὸν ποιμένα, πλείονος ἄξια ἢ κατεδικάσασθε· ἀπήγγειλε γάρ τις αὐτοῖς τῶν γειτόνων κόψας τὴν θύραν. ἔτι δὲ ἔφη τὸ ἀργύριον αὐτοῖς κείμενον εἶναι ἐπὶ τῇ τραπέζῃ· ἠκηκόει γὰρ ἐμοῦ· κἂν περιμείνητε, ἔφη, ἢ μετέλθῃ τις ὑμῶν αὐτόν, ἔχοντες ἄπιτε τὸ ἀργύριον ἤδη· τὰ δὲ σκεύη ἐᾶτε, καὶ μηδὲν τῶν ἐμῶν φέρετε, ἄλλως τε καὶ ἔχοντες ἄξια τῆς καταδίκης.
ταῦτα δὲ λεγούσης τῆς γυναικὸς οὐχ ὅπως ἐπέσχον, ἀλλὰ καὶ τῆς τιτθῆς τὸ κυμβίον λαβούσης παρακείμενον αὐτῇ, ἐξ οὗ ἔπινεν, καὶ ἐνθεμένης εἰς τὸν κόλπον, ἵνα μὴ οὗτοι λάβοιεν, ἐπειδὴ εἶδεν ἔνδον ὄντας αὐτούς, κατιδόντες αὐτὴν οὕτω διέθεσαν ἀφαιρούμενοι τὸ κυμβίον Θεόφημος καὶ Εὔεργος ἁδελφὸς αὐτοῦ οὑτοσί,
ὥστε ὕφαιμοι μὲν οἱ βραχίονες καὶ οἱ καρποὶ τῶν χειρῶν αὐτῆς ἐγένοντο ἀποστρεφομένης τὼ χεῖρε καὶ ἑλκομένης ὑπὸ τούτων ἀφαιρουμένων τὸ κυμβίον, ἀμυχὰς δʼ ἐν τῷ τραχήλῳ εἶχεν ἀγχομένη, πελιὸν δὲ τὸ στῆθος. εἰς τοῦτο δʼ ἦλθον πονηρίας ὥστε, ἕως ἀφείλοντο τὸ κυμβίον ἐκ τοῦ κόλπου αὐτῆς, οὐκ ἐπαύσαντο ἄγχοντες καὶ τύπτοντες τὴν γραῦν.
ἀκούοντες δὲ οἱ θεράποντες τῶν γειτόνων τῆς κραυγῆς καὶ ὁρῶντες τὴν οἰκίαν πορθουμένην τὴν ἐμήν, οἱ μὲν ἀπὸ τῶν τεγῶν τῶν ἑαυτῶν ἐκαλίστρουν τοὺς παριόντας, οἱ δὲ καὶ εἰς τὴν ἑτέραν ὁδὸν ἐλθόντες καὶ ἰδόντες Ἁγνόφιλον παριόντα ἐκέλευσαν παραγενέσθαι. προσελθὼν δὲ ὁ Ἁγνόφιλος προσκληθεὶς ὑπὸ τοῦ θεράποντος τοῦ Ἀνθεμίωνος, ὅς ἐστί μοι γείτων, εἰς μὲν τὴν οἰκίαν οὐκ εἰσῆλθεν (οὐ γὰρ ἡγεῖτο δίκαιον εἶναι μὴ παρόντος γε τοῦ κυρίου), ἐν δὲ τῷ τοῦ Ἀνθεμίωνος χωρίῳ ὢν ἑώρα τά τε σκεύη ἐκφερόμενα καὶ Εὔεργον καὶ Θεόφημον ἐξιόντας ἐκ τῆς ἐμῆς οἰκίας.