For the People of Megalopolis
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ἀλλʼ οὐδεὶς ἐρεῖ. καὶ μὴν πάντες ἐπίστασθʼ ὡς, καὶ παραινούντων τούτων καὶ μή, βοηθητέον, καὶ διὰ τοὺς ὅρκους οὓς ὀμωμόκαμεν Μεσσηνίοις, καὶ διὰ τὸ συμφέρον εἶναι κατοικεῖσθαι ταύτην τὴν πόλιν. σκοπεῖσθε δὴ πρὸς ὑμᾶς αὐτοὺς ποτέραν τὴν ἀρχὴν καλλίονα καὶ φιλανθρωποτέραν ποιήσεσθε τοῦ μὴ ʼπιτρέπειν ἀδικεῖν Λακεδαιμονίοις, τὴν ὑπὲρ Μεγάλης πόλεως ἢ τὴν ὑπὲρ Μεσσήνης.
νῦν μέν γε βοηθεῖν δόξετʼ Ἀρκάσι, καὶ τὴν εἰρήνην σπουδάζειν εἶναι βεβαίαν, ὑπὲρ ἧς ἐκινδυνεύσατε καὶ παρετάξασθε· τότε δʼ εὔδηλοι πᾶσιν ἔσεσθε οὐ τοῦ δικαίου μᾶλλον εἵνεκα Μεσσήνην εἶναι βουλόμενοι ἢ τοῦ πρὸς Λακεδαιμονίους φόβου. δεῖ δὲ σκοπεῖν μὲν καὶ πράττειν ἀεὶ τὰ δίκαια, συμπαρατηρεῖν δʼ ὅπως ἅμα καὶ συμφέροντʼ ἔσται ταῦτα.
ἔστι τοίνυν τοιοῦτός τις λόγος παρὰ τῶν ἀντιλεγόντων, ὡς κομίσασθαι τὸν Ὠρωπὸν ἡμᾶς ἐγχειρεῖν δεῖ, εἰ δὲ τοὺς βοηθήσαντας ἂν ἡμῖν νῦν ἐπʼ αὐτὸν ἐχθροὺς κτησόμεθα, οὐχ ἕξομεν συμμάχους. ἐγὼ δὲ τὸ μὲν κομίσασθαι Ὠρωπὸν πειρᾶσθαι δεῖν φημι καὶ αὐτός· τὸ δʼ ἐχθροὺς ἡμῖν Λακεδαιμονίους ἔσεσθαι νῦν, ἐὰν ποιώμεθα συμμάχους Ἀρκάδων τοὺς βουλομένους ἡμῖν εἶναι φίλους, μόνοις οὐδʼ εἰπεῖν ἐξεῖναι νομίζω τοῖς πείσασιν ὑμᾶς, ὅτʼ ἐκινδύνευον Λακεδαιμόνιοι, βοηθεῖν.
οὐ γὰρ ταῦτα λέγοντες ἔπεισαν ὑμᾶς, πάντων Πελοποννησίων ἐλθόντων ὡς ὑμᾶς καὶ μεθʼ ὑμῶν ἀξιούντων ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι, τοὺς μὲν μὴ προσδέξασθαι (καὶ διὰ τοῦθʼ, ὅπερ ἦν ὑπόλοιπον αὐτοῖς, ἐπὶ Θηβαίους ἦλθον), ὑπὲρ δὲ τῆς Λακεδαιμονίων σωτηρίας καὶ χρήματʼ εἰσφέρειν καὶ τοῖς σώμασι κινδυνεύειν· οὐδʼ ἂν ὑμεῖς ἠθελήσατε δήπου σῴζειν αὐτούς, εἰ τοῦτο προὔλεγον ὑμῖν, ὅτι σωθέντες, ἐὰν μὴ ποιεῖν ὅ τι βούλονται πάλιν αὐτοὺς ἐᾶτε καὶ ἀδικεῖν, οὐδεμίαν ὑμῖν χάριν ἕξουσι τῆς σωτηρίας.
καὶ μὴν εἰ σφόδρʼ ἐναντίον ἐστὶ τοῖς Λακεδαιμονίων ἐπιχειρήμασιν τὸ τοὺς Ἀρκάδας ἡμᾶς συμμάχους ποιήσασθαι, προσήκει δήπου πλείω χάριν αὐτοὺς ἔχειν ὧν ἐσώθησαν ὑφʼ ἡμῶν εἰς τοὺς ἐσχάτους ἐλθόντες κινδύνους ἢ ὧν ἀδικεῖν κωλύονται νῦν ὀργίζεσθαι. ὥστε πῶς οὐ βοηθήσουσιν ἡμῖν ἐπʼ Ὠρωπόν, ἢ κάκιστοι πάντων ἀνθρώπων δόξουσιν εἶναι; μὰ τοὺς θεοὺς ἔγωγʼ οὐχ ὁρῶ.
θαυμάζω τοίνυν καὶ τῶν λεγόντων τοῦτον τὸν λόγον, ὡς εἰ συμμάχους ποιησόμεθʼ Ἀρκάδας καὶ ταῦτα πράξομεν, μεταβάλλεσθαι δόξει καὶ οὐδὲν ἔχειν πιστὸν ἡ πόλις. ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι. διὰ τί; ὅτι τῶν πάντων οὐδένʼ ἂν ἀντειπεῖν οἴομαι ὡς οὐ καὶ Λακεδαιμονίους καὶ πρότερον Θηβαίους καὶ τὸ τελευταῖον Εὐβοέας ἔσωσεν ἡ πόλις, καὶ μετὰ ταῦτα συμμάχους ἐποιήσατο, ἕν τι καὶ ταὔτʼ ἀεὶ βουλομένη πράττειν.
ἔστι δὲ τοῦτο τί; τοὺς ἀδικουμένους σῴζειν. εἰ τοίνυν ταῦθʼ οὕτως ἔχει, οὐκέτʼ ἂν ἡμεῖς εἴημεν οἱ μεταβαλλόμενοι, ἀλλʼ οἱ μὴ ʼθέλοντες τοῖς δικαίοις ἐμμένειν, καὶ φανήσεται τὰ πράγματʼ ἀεὶ διὰ τοὺς πλεονεκτεῖν βουλομένους μεταβαλλόμενα, οὐχ ἡ πόλις ἡμῶν.
δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν. νῦν γάρ φασιν ἐκεῖνοι δεῖν Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι, Φλειασίους δὲ τὸ Τρικάρανον, ἄλλους δέ τινας τῶν Ἀρκάδων τὴν αὑτῶν, καὶ τὸν Ὠρωπὸν ἡμᾶς, οὐχ ἵνʼ ἑκάστους ἡμῶν ἴδωσιν ἔχοντας τὰ αὑτῶν, οὐδʼ ὀλίγου δεῖ·