For the People of Megalopolis
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ὀψὲ γὰρ ἂν φιλάνθρωποι γεγονότες εἶεν· ἀλλʼ ἵνα πᾶσι δοκῶσι συμπράττειν ὅπως ἕκαστοι κομίσωνται ταῦθʼ ἅ φασιν αὑτῶν εἶναι, ἐπειδὰν δʼ ἴωσʼ ἐπὶ Μεσσήνην αὐτοί, συστρατεύωνται πάντες αὐτοῖς οὗτοι καὶ βοηθῶσι προθύμως, ἢ δοκῶσʼ ἀδικεῖν, περὶ ὧν ἔφασαν ἕκαστοι σφῶν αὐτῶν εἶναι συμψήφους λαβόντες ἐκείνους, μὴ τὴν ὁμοίαν αὐτοῖς χάριν ἀποδιδόντες.
ἐγὼ δὲ νομίζω τὴν πόλιν, πρῶτον μὲν καὶ χωρὶς τοῦ καθυφεῖναι Λακεδαιμονίοις τινὰς Ἀρκάδων, Ὠρωπὸν ἂν κομίσασθαι, καὶ μετʼ ἐκείνων, ἂν τὰ δίκαια ποιεῖν ἐθέλωσι, καὶ μετὰ τῶν ἄλλων τῶν οὐκ οἰομένων δεῖν Θηβαίους ἐᾶν ἔχειν τἀλλότρια. εἰ δʼ ἄρα τοῦτʼ εὔδηλον ἡμῖν γένοιτο, ὅτι μὴ Λακεδαιμονίους ἐῶντες τὴν Πελοπόννησον καταστρέψασθαι οὐχ οἷοί τʼ ἐσόμεθʼ Ὠρωπὸν λαβεῖν, αἱρετώτερον, εἰ οἷόν τʼ εἰπεῖν, ἡγοῦμαι τὸν Ὠρωπὸν ἐᾶν ἢ Λακεδαιμονίοις Μεσσήνην προέσθαι καὶ Πελοπόννησον. οὐ γὰρ ἂν ἡγοῦμαι περὶ τούτου μόνον ἡμῖν εἶναι τὸν λόγον πρὸς ἐκείνους, ἀλλʼ—ἐάσω τό γʼ ἐπελθὸν εἰπεῖν μοι· περὶ πολλῶν δʼ ἂν οἶμαι κίνδυνον ἡμῖν γενέσθαι.
ἀλλὰ μὴν ἅ γέ φασιν πεπρᾶχθαι διὰ Θηβαίους τοῖς Μεγαλοπολίταις ὑπεναντία πρὸς ἡμᾶς, ἄτοπον νῦν μὲν ἐν κατηγορίας μέρει ποιεῖσθαι, βουλομένων δὲ γενέσθαι φίλων αὐτῶν, ἵνα τοὐναντίον εὖ ποιῶσιν ἡμᾶς, βασκαίνειν καὶ σκοπεῖν ἐξ ὅτου τρόπου μὴ γενήσονται, καὶ μὴ γιγνώσκειν ὅτι, ὅσῳ ἂν σπουδαιοτέρους τούτους περὶ Θηβαίους γεγενημένους ἀποδείξωσι, τοσούτῳ πλείονος ὀργῆς αὐτοὶ δικαίως ἂν τυγχάνοιεν, εἰ τοιούτων συμμάχων τὴν πόλιν, ὅτʼ ἐφʼ ὑμᾶς προτέρους ἦλθον ἢ Θηβαίους, ἀπεστέρησαν.
ἀλλʼ, οἶμαι, ταῦτα μέν ἐστι δεύτερον ἀνθρώπων βουλομένων ἑτέρων ποιῆσαι τούτους συμμάχους. ἐγὼ δʼ οἶδα, ὅσʼ ἂν ἐκ λογισμοῦ σκοπῶν τις εἰκάσαι, καὶ τοὺς πολλοὺς οἶμαι ὑμῶν ἐμοὶ ταὐτὰ φήσειν, ὅτι εἰ λήψονται Μεγάλην πόλιν Λακεδαιμόνιοι, κινδυνεύσει Μεσσήνη· εἰ δὲ καὶ ταύτην λήψονται, φήμʼ ἡμᾶς ἔσεσθαι συμμάχους Θηβαίων.
πολὺ δὴ κάλλιον καὶ ἄμεινον τὴν μὲν Θηβαίων συμμαχίαν αὐτοὺς παραλαβεῖν, τῇ δὲ Λακεδαιμονίων πλεονεξίᾳ μὴ ʼπιτρέψαι, ἢ νῦν ὀκνοῦντας μὴ τοὺς Θηβαίων σώσωμεν συμμάχους, τούτους μὲν προέσθαι, πάλιν δὲ σῴζειν αὐτοὺς τοὺς Θηβαίους, καὶ προσέτʼ ἐν φόβῳ καθεστάναι περὶ ἡμῶν αὐτῶν.
οὐ γὰρ ἔγωγʼ ἀδεὲς τοῦθʼ ὑπολαμβάνω τῇ πόλει, τὸ λαβεῖν Μεγάλην πόλιν Λακεδαιμονίους καὶ πάλιν γενέσθαι μεγάλους. ὁρῶ γὰρ αὐτοὺς καὶ νῦν οὐχ ὑπὲρ τοῦ μὴ παθεῖν τι κακὸν πολεμεῖν αἱρουμένους, ἀλλʼ ὑπὲρ τοῦ κομίσασθαι τὴν πρότερον οὖσαν αὑτοῖς δύναμιν· ὧν δʼ, ὅτʼ ἐκείνην εἶχον, ὠρέγοντο, ταῦθʼ ὑμεῖς μᾶλλον ἴσως εἰδότες ἢ ʼγὼ φοβοῖσθʼ ἂν εἰκότως.
ἡδέως δʼ ἂν πυθοίμην τῶν λεγόντων καὶ τοὺς Θηβαίους μισεῖν φασκόντων καὶ τοὺς Λακεδαιμονίους, πότερʼ ἑκάτεροι μισοῦσιν, οὓς δὴ μισοῦσιν, ὑπὲρ ὑμῶν καὶ τοῦ συμφέροντος ὑμῖν, ἢ ὑπὲρ Λακεδαιμονίων μὲν Θηβαίους, ὑπὲρ δὲ Θηβαίων Λακεδαιμονίους ἑκάτεροι. εἰ μὲν γὰρ ὑπὲρ ἐκείνων, οὐδετέροις ὡς μαινομένοις πείθεσθαι προσήκει· εἰ δʼ ὑπὲρ ὑμῶν φήσουσι, τί πέρα τοῦ καιροῦ τοὺς ἑτέρους ἐπαίρουσιν;
ἔστι γάρ, ἔστι Θηβαίους ταπεινοὺς ποιεῖν ἄνευ τοῦ Λακεδαιμονίους ἰσχυροὺς καθιστάναι, καὶ πολύ γε ῥᾷον· ὡς δʼ, ἐγὼ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν. ἴσμεν ἅπαντες τοῦθʼ ὅτι τὰ μὲν δίκαια πάντες, ἐὰν καὶ μὴ βούλωνται, μέχρι τού γʼ αἰσχύνονται μὴ πράττειν, τοῖς δʼ ἀδίκοις ἐναντιοῦνται φανερῶς, ἄλλως τε κἄν τινες βλάπτωνται· καὶ τοῦτο λυμαινόμενον πάνθʼ εὑρήσομεν, καὶ ταύτην ἀρχὴν οὖσαν πάντων τῶν κακῶν, τὸ μὴ ʼθέλειν τὰ δίκαια πράττειν ἁπλῶς.