For the People of Megalopolis

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ οἱ τοῖς Ἀρκάσι καὶ οἱ τοῖς Λακεδαιμονίοις συνειρηκότες· ὥσπερ γὰρ ἀφʼ ἑκατέρων ἥκοντες, οὐχ ὑμῶν ὄντες πολῖται, πρὸς οὓς ἀμφότεροι πρεσβεύουσι, κατηγοροῦσι καὶ διαβάλλουσιν ἀλλήλους. ἦν δὲ τοῦτο μὲν τῶν ἀφιγμένων ἔργον, τὸ δὲ κοινῶς ὑπὲρ τῶν πραγμάτων λέγειν καὶ τὰ βέλτισθʼ ὑπὲρ ὑμῶν σκοπεῖν ἄνευ φιλονικίας τῶν ἐνθάδε συμβουλεύειν ἀξιούντων.

νῦν δʼ ἔγωγε, εἴ τις αὐτῶν ἀφέλοι τὸ γιγνώσκεσθαι καὶ τὸ τῇ φωνῇ λέγειν Ἀττικιστί, πολλοὺς ἂν οἶμαι τοὺς μὲν Ἀρκάδας, τοὺς δὲ Λάκωνας αὐτῶν εἶναι νομίσαι. ἐγὼ δʼ ὁρῶ μὲν ὡς χαλεπὸν τὰ βέλτιστα λέγειν ἐστί· συνεξηπατημένων γὰρ ὑμῶν, καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ βουλομένων, ἂν τὰ μεταξύ τις ἐγχειρῇ λέγειν κᾆθʼ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται δὲ πρὸς ἀμφοτέρους·

οὐ μὴν ἀλλʼ αἱρήσομαι μᾶλλον αὐτός, ἂν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν, ἢ παρʼ ἃ βέλτιστα νομίζω τῇ πόλει, προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι. τὰ μὲν οὖν ἄλλʼ ὕστερον, ἂν ὑμῖν βουλομένοις ᾖ, λέξω· ἀπὸ δὲ τῶν ὁμολογουμένων ὑφʼ ἁπάντων ἄρξομαι, ἃ κράτιστα νομίζω διδάσκειν.

οὐκοῦν οὐδʼ ἂν εἷς ἀντείποι ὡς οὐ συμφέρει τῇ πόλει καὶ Λακεδαιμονίους ἀσθενεῖς εἶναι καὶ Θηβαίους τουτουσί. ἔστι τοίνυν ἔν τινι τοιούτῳ καιρῷ τὰ πράγματα νῦν, εἴ τι δεῖ τοῖς εἰρημένοις πολλάκις παρʼ ὑμῖν λόγοις τεκμήρασθαι, ὥστε Θηβαίους μὲν Ὀρχομενοῦ καὶ Θεσπιῶν καὶ Πλαταιῶν οἰκισθεισῶν ἀσθενεῖς γενέσθαι, Λακεδαιμονίους δʼ, εἰ ποιήσονται τὴν Ἀρκαδίαν ὑφʼ ἑαυτοῖς καὶ Μεγάλην πόλιν ἀναιρήσουσι, πάλιν ἰσχυροὺς γενήσεσθαι.

σκεπτέον τοίνυν μὴ πρότερον τούσδε γενέσθαι φοβεροὺς καὶ μεγάλους ἐάσωμεν ἢ ʼκεῖνοι μικροὶ γεγενήσονται, καὶ λάθωσιν ἡμᾶς πλείονι μείζους οἱ Λακεδαιμόνιοι γενόμενοι ἢ ὅσῳ τοὺς Θηβαίους ἐλάττους συμφέρει γενέσθαι. οὐ γὰρ ἐκεῖνό γʼ ἂν εἴποιμεν, ὡς ἀνταλλάξασθαι βουλοίμεθʼ ἂν ἀντιπάλους Λακεδαιμονίους ἀντὶ Θηβαίων, οὐδὲ τοῦτʼ ἔσθʼ ὃ σπουδάζομεν, ἀλλʼ ὅπως μηδέτεροι δυνήσονται μηδὲν ἡμᾶς ἀδικεῖν· οὕτω γὰρ ἂν ἡμεῖς μετὰ πλείστης ἀδείας εἴημεν.

ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως δεῖν ἔχειν φήσομεν, δεινὸν δʼ εἰ, πρὸς οὓς παρεταττόμεθʼ ἐν Μαντινείᾳ, τούτους συμμάχους αἱρησόμεθα, εἶτα βοηθήσομεν τούτοις ἐναντίʼ ἐκείνοις μεθʼ ὧν τότʼ ἐκινδυνεύομεν. κἀμοὶ ταῦτα δοκεῖ, προσδεῖσθαι δʼ ἔτι τοῦ τὰ δίκαια ποιεῖν ἐθελόντων τῶν ἑτέρων.

εἰ μὲν τοίνυν ἐθελήσουσιν εἰρήνην ἅπαντες ἄγειν, οὐ βοηθήσομεν τοῖς Μεγαλοπολίταις· οὐδὲν γὰρ δεήσει· ὥστʼ οὐδʼ ὁτιοῦν ὑπεναντίον ἡμῖν ἔσται πρὸς τοὺς συμπαραταξαμένους, σύμμαχοι δʼ ἡμῖν οἱ μὲν ὑπάρχουσιν, ὥς φασιν, οἱ δὲ προσγενήσονται νυνί.

καὶ τί ἂν ἄλλο βουλοίμεθα; ἐὰν δʼ ἀδικῶσι καὶ πολεμεῖν οἴωνται δεῖν, εἰ μὲν ὑπὲρ τούτου μόνον βουλευτέον, εἰ χρὴ Μεγάλην πόλιν ἡμᾶς προέσθαι Λακεδαιμονίοις ἢ μή, δίκαιον μὲν οὔ, συγχωρῶ δʼ ἔγωγʼ ἐᾶσαι καὶ μηδὲν ἐναντιωθῆναι τοῖς γε τῶν αὐτῶν μετασχοῦσι κινδύνων· εἰ δʼ ἅπαντες ἐπίστασθʼ ὅτι, ταύτην ἂν ἕλωσιν, ἴασʼ ἐπὶ Μεσσήνην, φρασάτω τις ἐμοὶ τῶν νῦν χαλεπῶν τοῖς Μεγαλοπολίταις, τί τόθʼ ἡμῖν συμβουλεύσει ποιεῖν.