Hymn 19 to Pan
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·
- δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων,
- πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν
- λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς
- ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθος
- εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.
- ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·
- οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων
- ἔννεπον, ὡς ὅ γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,
- καί ῥ’ ὅ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων,
- ἐξίκετ᾽, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.
- ἔνθ’ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευεν
- ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν
- νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·
- ἐκ δ’ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ’ ἐν μεγάροισιν
- Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,
- αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα·
- φεῦγε δ’ ἀναΐξασα, λίπεν δ’ ἄρα παῖδα τιθήνη
- δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.
- τὸν δ’ αἶψ’ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε