Hymn 19 to Pan
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα,
- αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ’ ἀνὰ πίση
- δενδρήεντ’ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις,
- αἵ τε κατ’ αἰγίλιπος πέτρης στείβουσι κάρηνα
- Πᾶν’ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,
- αὐχμήενθ᾽, ὃς πάντα λόφον νιφόεντα λέλογχε
- καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.
- φοιτᾷ δ’ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,
- ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,
- ἄλλοτε δ’ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,
- ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.
- πολλάκι δ’ ἀργινόεντα διέδραμεν οὔρεα μακρά,
- πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,
- ὀξέα δερκόμενος· τότε δ’ ἕσπερος ἔκλαγεν οἶον
- ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων
- νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν
- ὄρνις, ἥτ’ ἔαρος πολυανθέος ἐν πετάλοισι
- θρῆνον ἐπιπροχέουσ’ ἀχέει μελίγηρυν ἀοιδήν.
- σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι
- φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ