Hymn 19 to Pan
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.
- ῥίμφα δ’ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας
- δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ
- πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,
- δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ’ ἄρα θυμὸν ἔτερφθεν
- ἀθάνατοι, περίαλλα δ’ ὁ Βάκχειος Διόνυσος·
- Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.
- καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇ
- αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.