Hymn 7 to Dionysus
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀλλ’ ἄγετ᾽, αὐτὸν ἀφῶμεν ἐπ’ ἠπείροιο μελαίνης
- αὐτίκα· μηδ’ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς
- ὄρσῃ ἔπ’ ἀργαλέους τ’ ἀνέμους καὶ λαίλαπα πολλήν.
- Ὣς φάτο· τὸν δ’ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ·
- δαιμόνι᾽, οὖρον ὅρα, ἅμα δ’ ἱστίον ἕλκεο νηὸς
- σύμπανθ’ ὅπλα λαβών· ὅδε δ’ αὖτ’ ἄνδρεσσι μελήσει.
- ἔλπομαι, ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον
- ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω· ἐς δὲ τελευτὴν
- ἔκ ποτ’ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα
- οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων.
- ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.
- ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον· ἀμφὶ δ’ ἄρ’ ὅπλα
- καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.
- οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν
- ἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴ
- ἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.
- αὐτίκα δ’ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη
- ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ
- βότρυες· ἀμφ’ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός,