Hymn 7 to Dionysus
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς,
- πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι,
- κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις
- πορφύρεον· τάχα δ’ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς
- ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον,
- Τυρσηνοί· τοὺς δ’ ἦγε κακὸς μόρος· οἳ δὲ ἰδόντες
- νεῦσαν ἐς ἀλλήλους, τάχα δ’ ἔκθορον. αἶψα δ’ ἑλόντες
- εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ.
- υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων
- εἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι.
- τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλόσε πῖπτον
- χειρῶν ἠδὲ ποδῶν· ὃ δὲ μειδιάων ἐκάθητο
- ὄμμασι κυανέοισι· κυβερνήτης δὲ νοήσας
- αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε·
- δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ’ ἑλόντες,
- καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής.
- ἢ γὰρ Ζεὺς ὅδε γ’ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων
- ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν
- εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ’ ἔχουσιν.