Hymn 7 to Dionysus
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἄνθεσι τηλεθάων, χαρίεις δ’ ἐπὶ καρπὸς ὀρώρει·
- πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον· οἳ δὲ ἰδόντες,
- νῆ’ ἤδη τότ’ ἔπειτα κυβερνήτην ἐκέλευον
- γῇ πελάαν· ὃ δ’ ἄρα σφι λέων γένετ’ ἔνδοθι νηὸς
- δεινὸς ἐπ’ ἀκροτάτης, μέγα δ’ ἔβραχεν, ἐν δ’ ἄρα μέσσῃ
- ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων·
- ἂν δ’ ἔστη μεμαυῖα· λέων δ’ ἐπὶ σέλματος ἄκρου
- δεινὸν ὑπόδρα ἰδών· οἳ δ’ ἐς πρύμνην ἐφόβηθεν,
- ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα
- ἔσταν ἄρ’ ἐκπληγέντες· ὃ δ’ ἐξαπίνης ἐπορούσας
- ἀρχὸν ἕλ᾽, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες
- πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν,
- δελφῖνες δ’ ἐγένοντο· κυβερνήτην δ’ ἐλεήσας
- ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον·
- θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ·
- εἰμὶ δ’ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ
- Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα.
- χαῖρε, τέκος Σεμέλης εὐώπιδος· οὐδέ πη ἔστι
- σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.