Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
  2. παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
  3. μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
  4. Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε
  5. εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.
  6. πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,
  7. καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη
  8. στήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι·
  9. εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς·
  10. ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.
  11. Ἀγχίσην δʼ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·
  12. χαῖρε, ἄνασσʼ, ἥ τις μακάρων τάδε δώμαθʼ ἱκάνεις,
  13. Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
  14. ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,
  15. ἤ πού τις Χαρίτων δεῦρʼ ἤλυθες, αἵτε θεοῖσι
  16. πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
  17. ἤ τις Νυμφάων, αἵτʼ ἄλσεα καλὰ νέμονται
  18. ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι
  19. καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.
  20. σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,