Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
- ὥρῃσιν πάσῃσι. σὺ δʼ εὔφρονα θυμὸν ἔχουσα
- δός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα,
- ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸν
- δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,
- ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
- Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
- οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις;
- ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.
- Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,
- ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
- γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.
- Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ
- σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.
- ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
- νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης
- ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.
- πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι
- παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο.