Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
- ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
- ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
- ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ
- χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη
- σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον,
- ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
- Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
- βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴν
- σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες,
- ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
- ἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
- καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες
- σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·
- αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε·
- τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων
- Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
- οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
- πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων
- πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.