Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.
- κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
- μήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
- αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν.
- τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
- ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα
- μηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,
- καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
- ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,
- ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί,
- καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,
- ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
- Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
- ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
- βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.
- τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
- ἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.
- ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,
- ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.
- ἐνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·