Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης,
- Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,
- αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,
- πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·
- ἣ δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν·
- ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,
- ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,
- παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων.
- τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο
- καὶ τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα.
- πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι
- καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
- τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·
- τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην
- οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
- καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
- ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς.
- καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα
- ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,
- Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε,