Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·
- ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,
- ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,
- φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι,
- τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.
- αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
- τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,
- ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.
- σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
- ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
- τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,
- γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·
- ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.