Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.
- τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,
- Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,
- αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·
- αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται.
- δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι
- καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.
- τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης
- μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
- τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
- γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,
- καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.
- ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν