Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,
- ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
- τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω·
- φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι,
- αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.
- εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
- ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,
- Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
- εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας,
- ἴσχεο μηδʼ ὀνόμαινε, θεῶν δʼ ἐποπίζεο μῆνιν.
- ὣς εἰποῦσʼ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.
- χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα·
- σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.