Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.
  2. τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης
  3. μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
  4. τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
  5. γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,
  6. καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.
  7. ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν
  8. ἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·
  9. ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,
  10. ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,
  11. φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι,
  12. τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.
  13. αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
  14. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,
  15. ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.
  16. σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
  17. ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
  18. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,
  19. γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·
  20. ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.