Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης,
- οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.
- νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει
- νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν,
- οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.
- αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν
- ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,
- οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας
- ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,
- τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
- νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
- τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,
- σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,