Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,
- τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,
- αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,
- σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.
- ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν,
- οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι,
- ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
- ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς.
- τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς
- ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
- οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην
- ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα.
- ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε