Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
- γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.
- ὣς δʼ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,
- ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.
- Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,
- ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα·
- τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
- νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
- ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν.
- τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,
- Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ
- ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·
- αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι