Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης,
- Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε
- καί τʼ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων
- οἰωνούς τε διιπετέας καὶ θηρία πάντα,
- ἠμὲν ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδʼ ὅσα πόντος·
- πᾶσιν δʼ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.
- τρισσὰς δʼ οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·
- κούρην τʼ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην·
- οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,
- ἀλλʼ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος
- ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργʼ ἀλεγύνειν.
- πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε
- ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.
- ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν
- ἀγλαὰ ἔργʼ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.
- οὐδέ ποτʼ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν
- δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.
- καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,
- φόρμιγγές τε χοροί τε διαπρύσιοί τʼ ὀλολυγαὶ
- ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.