Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλʼ Ἀφροδίτης,
- τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ·
- ἂψ δʼ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα
- καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
- αὐτίκα σʼ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν,
- ἔγνων ὡς θεὸς ἦσθα· σὺ δʼ οὐ νημερτὲς ἔειπες.
- ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο,
- μή με ζῶντʼ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς
- ναίειν, ἀλλʼ ἐλέαιρʼ· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ
- γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
- Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,
- θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·
- οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,
- οὐδʼ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι.
- σοὶ δʼ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει
- καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες·
- τῷ δὲ καὶ Αἰνείας ὄνομʼ ἔσσεται, οὕνεκα μʼ αἰνὸν
- ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·
- ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων