Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- αἰεὶ ἀφʼ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.
- ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς
- ἥρπασε ὃν διὰ κάλλος, ἵνʼ ἀθανάτοισι μετείη
- καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,
- θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι,
- χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.
- Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει,
- ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·
- τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα
- καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα,
- ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι.
- τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα
- Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,
- ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.
- αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γʼ ἔκλυεν ἀγγελιάων,
- οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
- γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.
- ὣς δʼ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,
- ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.
- Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,