Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- οἳ δʼ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,
- κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,
- πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους.
- λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα
- ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου
- Ἀγχίσης· ὃ δʼ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ
- ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.
- ἦμος δʼ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες
- βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων·
- τῆμος ἄρʼ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε
- νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.
- ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ δῖα θεάων
- ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου
- κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν
- ἄμβροτον, οἷόν τʼ ἐστὶν ἐυστεφάνου Κυθερείης,
- ἐξ ὕπνου τʼ ἀνέγειρεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;
- καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,
- οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;
- ὣς φάθʼ· ὃ δʼ ἐξ ὕπνοιο μάλʼ ἐμμαπέως ὑπάκουσεν.