Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;
  2. καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,
  3. οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;
  4. ὣς φάθʼ· ὃ δʼ ἐξ ὕπνοιο μάλʼ ἐμμαπέως ὑπάκουσεν.
  5. ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλʼ Ἀφροδίτης,
  6. τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ·
  7. ἂψ δʼ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα
  8. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  9. αὐτίκα σʼ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν,
  10. ἔγνων ὡς θεὸς ἦσθα· σὺ δʼ οὐ νημερτὲς ἔειπες.
  11. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο,
  12. μή με ζῶντʼ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς
  13. ναίειν, ἀλλʼ ἐλέαιρʼ· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ