Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα
  2. ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου
  3. Ἀγχίσης· ὃ δʼ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ
  4. ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.
  5. ἦμος δʼ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες
  6. βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων·
  7. τῆμος ἄρʼ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε
  8. νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.
  9. ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ δῖα θεάων
  10. ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου
  11. κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν
  12. ἄμβροτον, οἷόν τʼ ἐστὶν ἐυστεφάνου Κυθερείης,
  13. ἐξ ὕπνου τʼ ἀνέγειρεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·