Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.
  2. τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
  3. Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,
  4. θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·
  5. οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,
  6. οὐδʼ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι.
  7. σοὶ δʼ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει
  8. καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες·
  9. τῷ δὲ καὶ Αἰνείας ὄνομʼ ἔσσεται, οὕνεκα μʼ αἰνὸν
  10. ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·
  11. ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων
  12. αἰεὶ ἀφʼ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.
  13. ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς