Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,
- τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
- ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
- Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ,
- Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,
- ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις
- Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα·
- οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων
- ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι
- αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων
- τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα.
- βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,
- σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.
- ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη
- ἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσα
- ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι
- χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν
- ἄρκτων δέρματʼ ἔκειτο βαρυφθόγγων τε λεόντων,
- τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.