Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης·
- πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
- πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
- ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους·
- οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης·
- Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
- κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι.
- αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτις
- ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης·
- αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.
- ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων
- ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·
- ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
- πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ
- σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.
- οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα.
- πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
- εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·
- οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν
- πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.