Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·
  2. οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν
  3. πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.
  4. ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,
  5. τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
  6. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
  7. Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  8. εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ,
  9. Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,
  10. ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις
  11. Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα·
  12. οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων
  13. ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι