Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
  2. γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.
  3. Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ
  4. σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.
  5. ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
  6. νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης
  7. ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.
  8. πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι
  9. παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο.
  10. ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης·
  11. πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
  12. πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
  13. ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους·