Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.
  2. σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,
  3. βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
  4. ὥρῃσιν πάσῃσι. σὺ δʼ εὔφρονα θυμὸν ἔχουσα
  5. δός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα,
  6. ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸν
  7. δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,
  8. ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.
  9. τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
  10. Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
  11. οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις;
  12. ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.
  13. Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,