Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.
- τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης
- ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα
- αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης
- ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων,
- οἷά τʼ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.†
- τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν
- ἱέμενον πεδίονδε διʼ Ὀγχηστὸν λεχεποίην
- τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός·
- ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,
- ἦ πολυοινήσεις, εὖτʼ ἂν τάδε πάντα φέρῃσι,
- [[εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι]]
- καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,
- καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.
- τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
- πολλὰ δʼ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς
- καὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
- ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,
- ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός·
- ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,