Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.
- καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.
- καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ,
- φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζων
- ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο
- ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες
- φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.
- ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε
- αὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρʼ Ἑρμῆς
- Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,
- ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον
- βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς.
- τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης,
- πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.
- πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον
- ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης
- ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,
- τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε.
- σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν,
- ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,