Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.
- τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
- Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
- ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον
- καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
- ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους
- καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,
- λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον·
- σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην.
- δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ
- ---ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή·
- Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε.
- πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
- οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ
- τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
- ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,
- τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε
- δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή.
- ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·
- ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας.