Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου
- αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.
- ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ
- ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,
- ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί,
- ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.
- πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο
- πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.
- ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι
- καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,
- ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.
- αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα,
- πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς
- σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν
- ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι
- ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,
- ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον,
- ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,
- ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων·
- ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης