Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων
- ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
- καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε
- θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.
- ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,
- πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων.
- καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ
- φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν·
- οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω.
- ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι
- μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν
- ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,
- φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.
- ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ
- καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·
- σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι,
- παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι,
- τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά,
- οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,
- μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ