Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν,
- ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη
- κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.
- αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν,
- προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·
- ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,
- ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι.
- τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων
- σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς,
- πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.
- ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς
- ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.
- [[ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι]
- [θῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν]]
- καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι
- καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,
- πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,
- οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,
- ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
- οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων