Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,
- ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,
- πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.
- καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,
- μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται,
- μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων
- Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι,
- μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,
- μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον
- [[αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον]]
- σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων,
- πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα
- ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,
- χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει
- πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων
- τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
- μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,
- οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον
- ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε
- πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,