Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- βουκολίας τʼ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς
- γηθήσας· κίθαριν δὲ λαβὼν ἐπʼ ἀριστερὰ χειρὸς
- Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων,
- πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος· ἣ δʼ ὑπένερθε
- σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν.
- ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα
- ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα,
- ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο
- τερπόμενοι φόρμιγγι· χάρη δʼ ἄρα μητιέτα Ζεύς,
- ἄμφω δʼ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς
- Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,
- σήματʼ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν
- ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν·
- αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην·
- συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν.
- καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·
- δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,
- μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα·
- τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα
- θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.