Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,
- καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.
- εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν
- καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον
- εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν
- τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,
- φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει
- ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,
- ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν
- νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,
- μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.
- σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
- καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε·
- ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο
- βουσὶ νομούς, Ἐκάεργε, νομεύσομεν ἀγραύλοισιν.
- ἔνθεν ἅλις τέξουσι βόες ταύροις·, μιγεῖσαι
- μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ
- κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.
- ὣς εἰπὼν ὤρεξʼ· ὃ δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων,
- Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν,