Hymn 4 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
- σοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω·
- ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε
- κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσω
- δώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
- τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·
- εἰρωτᾷς μʼ, Ἐκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι
- τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.
- σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι
- βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντʼ εὖ οἶδας·
- πρῶτος γάρ, Διὸς υἱέ, μετʼ ἀθανάτοισι θαάσσεις,
- ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς
- ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.
- καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
- μαντείας θʼ Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα
- τῶν νῦν αὐτὸς ἐγώ σε μαλʼ ἀφνειὸν δεδάηκα·
- σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
- ἀλλʼ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,
- μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε
- δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.